[ ] Att. — Eleusis — stoich. 35+43 — 332/1 BC — REG 91.1978.289 — SEG 28.103
1 θ[εο]
Ἐπιγένης εἶπεν· τύχηι ἀγαθῆι τῶν δημοτῶν· v
ἐπειδὴ Φιλόκωμος εἰσηγήσατο τοῖς δημότα-
ις π[ερὶ τ]ῆς Ἄκριδος ἀποδόσθαι τῶι θεῶι τὴν
5 λιθ[οτομ]ίαν, ὅπως ἂν ἡ θυσία γίγνηται ὡς καλ-
λίστη̣, [καὶ ἐώ]ν̣ηται παρὰ τῶν δημοτῶν Μοιροκ-
λῆς [εἰς] πέ̣ν̣[τ]ε ἔτη τριῶν ἡμιμν[αί]ων τοῦ ἐνι[α]-
υτοῦ καὶ ἑκατὸν δραχμὰς ἐπέ[δωκ]εν εἰς τὰ Ἡ̣[ρ]-
[ά]κ̣[λ]εια· [δε]δό[χ]θαι Ἐλευσινίο[ις]· ἐ̣π̣αινέσαι [μ]-
10 ὲν Φιλόκωμον Φαλανθίδου καὶ [στ]εφανῶ<σα>ι χρ[υ]-
[σ]ῶ̣ι στεφάνω̣ι ἀρετῆς ἕνεκα κα[ὶ] ε̣ὐνοίας τῆ[ς]
εἰς τοὺς δημότας, εἰς δὲ τὸν στέφανον τὸ [ἀργ]-
ύριον δοῦναι Φιλοκώμωι ἐναντίον τῶν δημ[ο]-
τῶν ἑκατὸν δραχμὰς Μοιροκλέα, ἐπαινέσαι δ-
15 ὲ Μοιροκλέα Εὐθυδήμου, ὅτι τοῖς δημόταις ἐ-
πιμελεῖται, ὅπως ἂν ἧι πρόσοδος ὡς πλείστη,
καὶ στεφανῶσαι θαλλοῦ στεφάνωι.  {²vacat}²
17a                 {²relief}²
18 Φιλόκ̣ω[μ]ος Φαλανθίδου Ἐλευσίνιος εἶπεν· τύχηι ἀγαθ-
ῆι τῶν δημοτῶν· ὅπως ἂν τῶι Ἡρακλεῖ τῶι ἐν Ἄκριδι πρόσ-
20 οδος ἦι̣ ὡς πλείστη κ̣αὶ ἡ θυσία θύηται ὡς καλλίστη, ἐψη-
φίσθαι τοῖς δημόταις· τὰς λιθοτομίας τὰς Ἐλευσῖνι, ἐ-
π̣[ειδή ․․․․․]ΙΩ̣Ν εἰσὶν ἱερα̣ὶ τοῦ Ἡρακλέως τοῦ ἐν Ἄκρι-
δι, μ[ισ]θοῦν τὸν δήμαρχον ἐν τῆι ἀγορᾶι τῶν δημοτῶν τῶ-
ι τὸ π[λεῖσ]τον διδόντ[ι]· τὸν δὲ μισθωσάμενον ἀποδιδόν-
25 αι τὴν μίσθωσιν τὴν μὲν ἐπὶ Νικήτου ἄρχοντος ἐν ὧι ἂν
χ̣ρόν̣[ωι] τοὺς δημότας πε[ί]θει, πρὸ τῆς θυσίας, μετὰ δὲ Νι-
κήτην ἄρχοντα εἰς τὸν Μεταγειτνιῶνα μῆνα ταῖς ἀρχα-
ιρεσίαις, ὅταν οἱ δημόται ἀγοράζωσιν ἐν τῶι Θησείωι·
ἐγγυητά[ς] τ̣[ε] καταστησάτω ὁ μισθωσάμενος δύο ἄνδρας
30 [ὀμουμέν]ους ᾗ μὴν ἀποδώσειν τὴν μίσθωσιν πᾶσαν ἐν τῶ-
ι χρό[νω]ι τῶι εἰρημένωι· τὸν δὲ δήμαρχον λαβόντα τοῦτ-
ο τὸ ἀργύριον παρέχειν εἰς τὴν ἑ̣ορτὴν τοῦ Ἡρακλέως τ-
ο[ῦ ἐν Ἄκ]ριδι· διαχειροτονῆσαι δὲ αὐτί̣κα μάλα τοὺς δη-
μότας ἐάν τε εἰς ἐνιαυτὸν δοκεῖ μισθοῦν, ἐάν τε εἰς πλ-
35 έω χρόνον, ὁπότερα δ’ ἂν δοκεῖ, ταῦτα κύρια εἶναι καὶ μι-
σθοῦν πρὸς ταῦτα τὸν δήμαρχον· μὴ ἐξέστω δὲ εἰπεῖν μη-
θένα τοῦτο τὸ ἀργύριον ὡς δεῖ ἄλλοθί που τρέψαι ἢ εἰς
τὴν θυσίαν τοῦ Ἡρακλέως, μηδὲ τοῖς ἱερομνήμοσιν ἐπι-
ψηφίσαι, μηδὲ τῶι δημάρχωι· ἐὰν δέ τις ἢ εἴπει ἢ ἐπιψηφ-
40 ίσει παρὰ τόδε τὸ ψήφισμα, ὀφειλέτω τῶι θεῶι τὸ διπλά-
σιον ἢ ὅσον ἂν εἴπει ἢ ἐπιψηφίσει· καὶ ὁ εὔθυνος καὶ ὁ σ-
υνήγορος ἐπάναγκες αὐτῶν καταγιγνωσκόντων τοῦτο
τὸ ἀργύριον ἢ αὐτοὶ ὀφειλόντωσαν· ἀναγράψαι δὲ τόδε
τὸ ψήφισμα τὸν δήμαρχον ἐν στήλει λιθίνει καὶ στῆσα-
45 ι ἐν τῶι ἱερῶι τοῦ Ἡρακλέως τοῦ ἐν Ἄκριδι, ὅπως ἂν τὰ ἐψ-
ηφισμένα ὑπὸ τῶν δημοτῶν κύρια εἶ εἰς τὸν ἀεὶ χρόνον
κ̣[αὶ μ]ὴ  καταλύηται· συνεπιμεληθῆναι δὲ τῆς στήλης ὅπ-
ως ἂν σταθεῖ ἐν τῶι ἱερῶι τὸν ἱερέα τοῦ Ἡρακλέως Ἀν[τ]ι-
φά[ν]ην πρὸ τῆς θυσίας τῆς ἐπὶ Νικήτου ἄρχοντος· εἰς δὲ
50 τὴν ἀναγραφὴν τῆς στήλης δοῦναι τὸν δήμαρχον δέκα [․․․]
[δ]ραχμ̣[ὰς ἐ]κ τῆς τοῦ θε̣οῦ προσόδου. κύριον δὲ εἶναι τόδ-
[ε τὸ ψ]ήφισμα ἀπὸ Νικήτου ἄρχοντος, ἀφ’ ἧς ἂν ἡμέρας οἱ δ-
ημόται ψηφίσωνται.    {²vacat}²
Search Help