1
|
θεοί.
|
|
ἐπὶ Νικήτου ἄρχοντος, ἐπὶ τῆς Ἐρεχθη-
|
|
ίδος ἐνάτης πρυτανείας, ἧι Ἀριστόνο-
|
|
υς Ἀριστόνου Ἀναγυράσιος ἐγραμμάτ-
|
5
|
ευεν, Θαργηλιῶνος ἑνδεκάτει, τρίτηι
|
|
καὶ εἰκοστῆι τῆς πρυτανείας, ἐκκλησ-
|
|
ία κυρία· τῶν προέδρων ἐπεψήφιζεν Ἐπ-
|
|
ιχάρης Ἁγνούσιος· ἔδοξεν τῶι δήμωι ∶
|
|
Δημήτριος Εὐκτήμονος Ἀφιδναῖος εἶ-
|
10
|
πεν· ἐπειδὴ Φανόδημος Θυμαιτάδης κα-
|
|
λῶς καὶ φιλοτίμως νενομοθέτηκεν πε-
|
|
ρὶ τὸ ἱερὸν τοῦ Ἀμφιαράου, ὅπως ἂν ἥ τε
|
|
πεντετηρὶς ὡς καλλίστη γίγνηται κα-
|
|
ὶ αἱ ἄλλαι θυσίαι τοῖς θεοῖς τοῖς ἐν τ-
|
15
|
ῶι ἱερῶι τοῦ Ἀμφιαράου, καὶ πόρους πε-
|
|
πόρικεν εἰς ταῦτα καὶ εἰς τὴν κατασκ-
|
|
ευὴν τοῦ ἱεροῦ, δεδόχθαι τῆι βουλῆι, τ-
|
|
οὺς προέδρους οἳ ἂν λάχωσιν προεδρε-
|
|
ύειν εἰς τὴν πρώτην ἐκκλησίαν προσα-
|
20
|
γαγεῖν Φανόδημον πρὸς τὸν δῆμον καὶ
|
|
χρηματίσαι, γνώμην δὲ ξυμβάλλεσθαι
|
|
τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τῆ-
|
|
ι βουλῆι, ἐπαινέσαι Φανόδημον Διύλλ-
|
|
ου Θυμαιτάδην φιλοτιμίας ἕνεκα τῆς
|
25
|
πρὸς τὸν θεὸν καὶ τὸ ἱερὸν τοῦ Ἀμφιαρ-
|
|
άου καὶ στεφανῶσαι χρυσῶι στεφάνωι
|
|
ἀπὸ ∶ Χ ∶ δραχμῶν, ἀναγράψαι δὲ τόδε τὸ
|
|
ψήφισμα ἐν στήληι λιθίνει τὸγ γραμμ-
|
|
ατέα τὸν κατὰ πρυτανείαν καὶ στῆσαι
|
30
|
ἐν τῶι ἱερῶι τοῦ Ἀμφιαράου, εἰς δὲ τὴν
|
|
ἀναγραφὴν τῆς στήλης δοῦναι τὸν ταμ-
|
|
ίαν τοῦ δήμου ∶ ΔΔ ∶ δραχμὰς ἐκ τῶν κατ-
|
|
ὰ ψηφίσματα ἀναλισκομένων τῶι δήμωι.
|