[ ] Att. — Oropos: Amph. — stoich. 30 — 332/331 BC — IG VII.4253
See also:
1 θεοί.
ἐπὶ Νικήτου ἄρχοντος, ἐπὶ τῆς Ἐρεχθη-
ίδος ἐνάτης πρυτανείας, ἧι Ἀριστόνο-
υς Ἀριστόνου Ἀναγυράσιος ἐγραμμάτ-
5 ευεν, Θαργηλιῶνος ἑνδεκάτει, τρίτηι
καὶ εἰκοστῆι τῆς πρυτανείας, ἐκκλησ-
ία κυρία· τῶν προέδρων ἐπεψήφιζεν Ἐπ-
ιχάρης Ἁγνούσιος· ἔδοξεν τῶι δήμωι ∶
Δημήτριος Εὐκτήμονος Ἀφιδναῖος εἶ-
10 πεν· ἐπειδὴ Φανόδημος Θυμαιτάδης κα-
λῶς καὶ φιλοτίμως νενομοθέτηκεν πε-
ρὶ τὸ ἱερὸν τοῦ Ἀμφιαράου, ὅπως ἂν ἥ τε
πεντετηρὶς ὡς καλλίστη γίγνηται κα-
ὶ αἱ ἄλλαι θυσίαι τοῖς θεοῖς τοῖς ἐν τ-
15 ῶι ἱερῶι τοῦ Ἀμφιαράου, καὶ πόρους πε-
πόρικεν εἰς ταῦτα καὶ εἰς τὴν κατασκ-
ευὴν τοῦ ἱεροῦ, δεδόχθαι τῆι βουλῆι, τ-
οὺς προέδρους οἳ ἂν λάχωσιν προεδρε-
ύειν εἰς τὴν πρώτην ἐκκλησίαν προσα-
20 γαγεῖν Φανόδημον πρὸς τὸν δῆμον καὶ
χρηματίσαι, γνώμην δὲ ξυμβάλλεσθαι
τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τῆ-
ι βουλῆι, ἐπαινέσαι Φανόδημον Διύλλ-
ου Θυμαιτάδην φιλοτιμίας ἕνεκα τῆς
25 πρὸς τὸν θεὸν καὶ τὸ ἱερὸν τοῦ Ἀμφιαρ-
άου καὶ στεφανῶσαι χρυσῶι στεφάνωι
ἀπὸ ∶ Χ ∶ δραχμῶν, ἀναγράψαι δὲ τόδε τὸ
ψήφισμα ἐν στήληι λιθίνει τὸγ γραμμ-
ατέα τὸν κατὰ πρυτανείαν καὶ στῆσαι
30 ἐν τῶι ἱερῶι τοῦ Ἀμφιαράου, εἰς δὲ τὴν
ἀναγραφὴν τῆς στήλης δοῦναι τὸν ταμ-
ίαν τοῦ δήμου ∶ ΔΔ ∶ δραχμὰς ἐκ τῶν κατ-
ὰ ψηφίσματα ἀναλισκομένων τῶι δήμωι.
Search Help
Contact Us