[ ] Att. — Oropos: Amph. — stoich. 27 — 332/1 BC — IG VII.4252
See also:
1 θεοί.
ἐπὶ Νικήτου ἄρχοντος, ἐπὶ τῆς Ἐρε-
χθηίδος ἐνάτης πρυτανέας, ἧι Ἀρι-
στόνους Ἀριστόνου Ἀναγυράσιος
5 γραμμάτευεν, ἑνδεκάτηι, τρίτηι
καὶ εἰκοστῆι τῆς πρυτανείας, ἐκκ-
λησία κυρία· τῶν προέδρων ἐπεψήφ-
ιζεν Ἐπιχάρης Ἁγνούσιος· ἔδοξεν
τῶι δήμωι, Φανόδημος Διύλλου Θυμ-
10 αιτάδης εἶπεν· ἀγαθῆι τύχηι τοῦ δ-
ήμου τοῦ Ἀθηναίων· ἐπειδὴ ὁ θειὸς
καλῶς ἐπιμελεῖται τῶν ἀφικνουμ-
ένων Ἀθηναίων καὶ τῶν ἄλλων εἰς τ-
ὸ ἱερὸν ἐφ’ ὑγιείαι καὶ σωτηρίαι π-
15 άντων τῶν ἐν τῆι χώραι, στεφανῶσα-
ι τὸν Ἀμφιάραον χρυσῶι στεφάνωι
ἀπὸ ∶ Χ ∶ δραχμῶν καὶ ἀνειπεῖν τὸν
κήρυκα τοῦ δήμου ὅτι στεφανοῖ ὁ δ-
ῆμος ὁ Ἀθηναίων τὸν Ἀμφιάραον χρ-
20 υσῶι στεφάνωι ἀπὸ ∶ Χ ∶ δραχμῶν, τὸ
δὲ ἀργύριον τὸ εἰς τὸν στέφανον δ-
οῦναι τὸν ταμίαν τῶν στρατιωτικ-
ῶν, καὶ παραδοῦναι τὸν στέφανον π-
οησάμενον τοῖς ἐπιμεληταῖς ἀνα-
25 θεῖναι εἰς τὸ ἱερόν, τοὺς δὲ ἐπιμε-
λητὰς ἀνειπόντας τὰ ἐψηφισμένα
τῶι δήμωι ἐν τῶι ἱερῶι ἀναθεῖναι
τὸν στέφανον τῶι θεῶι ἐφ’ ὑγιείαι
καὶ σωτηρίαι τοῦ δήμου τοῦ Ἀθηνα-
30 ίων καὶ παίδων καὶ γυναικῶν καὶ τ-
ῶν ἐν τῆι χώραι πάντων, ἀναγράψαι
δὲ τόδε τὸ ψήφισμα ἐν στήληι λιθί-
νει καὶ στῆσαι ἐν τῶι ἱερῶι τὸν κα-
τὰ πρυτανείαν γραμματέα, εἰς δὲ τ-
35 <ὴ>ν ἀναγραφὴν τῆς στήλης δοῦναι τὸ-
ν ταμίαν τοῦ δήμου ∶ ΔΔ ∶ δραχμὰς ἐ-
κ τῶν κατὰ ψηφίσματα ἀναλισκομέ-
νων τῶι δήμωι.
Search Help
Contact Us