| 1 | [ἐπὶ Φρυνίχου ἄρχοντος ἐπὶ τῆς Πανδιο]- |
| [νίδος δεκάτης πρυτανείας· Χαιρέστρα]- | |
| [τος Ἀχαρνεὺς ἐγραμμάτευε· Σκιροφορι]- | |
| [ῶνος ἕνει καὶ νέαι, πέμπτηι καὶ τριακο]- | |
| 5 | [στῆι τῆ]ς πρυτα[νείας· τῶν προέδρων ἐπε]- |
| [ψήφιζε]ν [Εὐθυ]κράτη[ς Ἀφιδναῖος ․․5․․] | |
| [․․․․10․․․․ Π]οτάμιος ε[ἶπεν· περὶ ὧν ἔδ]- | |
| [οξε Ἀσκληπιό]δωρος [Πο]λυ[․․․․11․․․․․] | |
| [․․ ἐν τεῖ βο]υλεῖ ἔννομα ἱ[κετεύειν· ἐψ]- | |
| 10 | [ηφίσθαι] τῶι δήμωι· ἐπειδὴ [Ἀσκ]ληπι[όδω]- |
| [ρος ἀνὴρ] ἀγαθὸς ἐγένετο μ[αχό]μενος π[ρ]- | |
| [ὸς τοὺς] πολεμίους π[λέω]ν ἐ[πὶ] τῆς τριήρ- | |
| [ους τῆς] Χάρητος τοῦ Αἰξων[έω]ς, ἐπαινέ[σ]- | |
| [αι αὐτὸ]ν καὶ στεφανῶσαι θα[λ]λοῦ στεφ[ά]- | |
| 15 | [νωι ἀν]δραγαθίας ἕνεκα καὶ καλέσαι ἐ[π]- |
| [ὶ ξένι]α εἰς τὸ πρυτανεῖον εἰς αὔριον· [ε]- | |
| [ἶν]αι δὲ αὐτῶι καὶ ἰσοτέλειαν καὶ ἐκγ[ό]- | |
| νοις οἰκοῦντι Ἀθήνησιν καθάπερ τοῖ[ς] | |
| ἄλλοις ἰσοτελέσιν, ὅπως ἂν εἰ[δ]ῶσιν π[ά]- | |
| 20 | ντες ὅσοι ἂν στρατεύωνται μετ’ Ἀθηνα[ί]- |
| [ω]ν ὅτι τιμᾶι ὁ δῆμος τοὺς ἄνδρας τοὺς [ἀ]- | |
| [γ]αθούς· τὸ δὲ ψήφισμα τόδε ἀναγράψας [ὁ] | |
| [γρ]αμματεὺς ἐν στήλει λιθίνει στησά[τ]- | |
| [ω] ἐν ἀκ[ροπό]λει· εἰς δὲ τὴν ἀναγραφὴν δ[ό]- | |
| 25 | [τ]ω ὁ τα[μίας] τοῦ δήμου εἴκοσι δραχμὰς [ἐ]- |
| [κ] τῶν κ[ατὰ ψ]ηφίσματα ἀναλισκομένων [τ]- | |
| [ῶ]ι δήμωι· v Κηφισοφῶν Καλλιβίου Παιαν̣- | |
| [ι]ε̣ὺς εἶπεν· τὰ μὲν ἄλλα καθάπερ τεῖ βο[υ]- | |
| [λεῖ· ἐπειδὴ δὲ Ἀ]σκληπιόδωρος ἀνὴρ ἀγ[α]- | |
| 30 | [θός — — — — — — — — — — — — — — —]ονα[․․․] |