1
|
ἐπὶ Φρυνίχου ἄρχοντος ἐπὶ τῆς Λεωντίδος ἐν-
|
|
άτης πρυτανείας ἧι Χαιρέστρατος Ἀμεινίου
|
|
Ἀχαρνεὺς ἐγραμμάτευεν· τῶν προέδρων ἐπεψή-
|
|
φιζεν Μενέστρατος Αἰξωνεύς· Εὐκράτης Ἀρισ-
|
5
|
τοτίμου Πειραιεὺς εἶπεν· ἀγαθῆι τύχηι τοῦ δ-
|
|
ήμου τοῦ Ἀθηναίων· δεδόχθαι τοῖς νομοθέται-
|
|
ς· ἐάν τις ἐπαναστῆι τῶι δήμωι ἐπὶ τυραννίδι
|
|
ἢ τὴν τυραννίδα συνκαταστήσηι ἢ τὸν δῆμον τ-
|
|
ὸν Ἀθηναίων ἢ τὴν δημοκρατίαν τὴν Ἀθήνησιν
|
10
|
καταλύσηι, ὃς ἂν τὸν τούτων τι ποιήσαντα ἀπο-
|
|
κτείνηι ὅσιος ἔστω· μὴ ἐξεῖναι δὲ τῶν βουλευ-
|
|
τῶν τῶν τῆς βουλῆς τῆς ἐξ Ἀρείου Πάγου καταλ-
|
|
ελυ<μ>ένου τοῦ δήμου ἢ τῆς δημοκρατίας τῆς Ἀθ-
|
|
ήνησιν ἀνιέναι εἰς Ἄρειον Πάγον μηδὲ συνκα-
|
15
|
θίζειν ἐν τῶι συνεδρίωι μηδὲ βουλεύειν μη-
|
|
δὲ περὶ ἑνός· ἐὰν δέ τις τοῦ δήμου ἢ τῆς δημοκρ-
|
|
ατίας καταλελυμένων τῶν Ἀθήνησιν ἀνίηι τῶ-
|
|
ν βουλευτῶν τῶν ἐξ Ἀρείου Πάγου εἰς Ἄρειον Π-
|
|
άγον ἢ συνκαθίζηι ἐν τῶι συνεδρίωι ἢ βολεύη-
|
20
|
ι περί τινος ἄτιμος ἔστω καὶ αὐτὸς καὶ γένος
|
|
τὸ ἐξ ἐκείνου καὶ ἡ οὐσία δημοσία ἔστω αὐτοῦ
|
|
καὶ τῆς θεοῦ τὸ ἐπιδέκατον· ἀναγράψαι δὲ τόν-
|
|
δε τὸν νόμον ἐν στήλαις λιθίναις δυοῖν τὸν γ-
|
|
ραμματέα τῆς βουλῆς καὶ στῆσαι τὴμ μὲν ἐπὶ τ-
|
25
|
ῆς εἰσόδου τῆς εἰς Ἄρειον Πάγον̣ τῆς εἰς τὸ βο-
|
|
υλευτήριον εἰσιόντι, τὴν δὲ ἐν τῆι ἐκκλησία-
|
|
ι· εἰς δὲ τὴν ἀναγραφὴν τῶν στηλῶν τὸν ταμίαν
|
|
δοῦναι τοῦ δήμου ∶ ΔΔ ∶ δραχμὰς ἐκ τῶν κατὰ ψη-
|
|
φίσματα ἀναλισκομένων τῶι δήμωι. {²vacat}²
|
30
|
{²vacat}²
|