[ ]
Att. — Athens — 334/3 BC — IG II² 1156
col. I.15 | — — — — — — — |
[— — — —]μοκρίτου | |
[— — — — — — κ]ράτους | |
{²demoticum}² | |
[․․․․․․․․]νος Φυρομάχου | |
20 | [Χαιρέστ]ρατος Χαιρίωνος |
[․․․․]οτος Δημητρίου | |
[․․․]γένης Σάβωνος | |
[Ἀ]ντισθένης Ἀντιφάτους | |
Δαιδαλίδαι· | |
25 | Φιλόξενος Φιλονόμου |
col. II.1 | — — — —ου |
— — — — — — —ους | |
— — — — — — —νίππου | |
— — — — — — —άδ[ο]υ | |
5 | — — — — Μνησιθέου |
— — — Ἡ̣γησιφάνους | |
[․․․․μα]χος Γλαυκέτου | |
[․․․․]ανόδωρος Λυσιστράτου. | |
[Κα]λλίας Καλλιάδους | |
10 | Ἀντιφῶν Ἐπιτρόπου |
Χρέμης Σμικύθου | |
Αἰξωνῆς· | |
Εὐκλῆς Εὐκλείδου | |
Μελάνθιος [Ἀ]ριστείδο̣υ | |
15 | Θεότιμος Θεοπόμπου |
Ἀμφίστρατος Φιλημονίδου | |
Δημοκλείδης Δημέου | |
Θεόδοτος Αἴσχρωνος. | |
Ἐπικράτης Εὐκράτους | |
20 | Ξυπεταιόνες· |
Νικίας Εὐκταίου | |
Ξενοφῶν Μνησιάδου | |
Πιθῆς· | |
Τεισαμενὸς Κίρου | |
25 | Αὐτοκλῆς Χαρίππου |
26 | Καλλικράτης Αἰξωνεὺς εἶπεν· ἐπειδὴ οἱ ἔφηβοι οἱ τῆς Κεκρ[οπί]- |
δος οἱ ἐπ[ὶ Κτη]σ[ι]κλέους ἄρχοντος εὐτακτοῦσιν καὶ π[ο]ιοῦσ[ιν] | |
πάντα ὅ[σα αὐτ]οῖς οἱ νόμοι προστάττουσιν καὶ τ[ῶι σωφρ]ονι[στ]- | |
εῖ πειθ[αρχο]ῦσιν τῶι χειροτονηθέντι ὑπὸ τοῦ δ[ήμου, ἐπ]αιν[έσ]- | |
30 | αι αὐτ[οὺς κα]ὶ στεφανῶσαι χρυσῶι στεφάνωι ἀπ[ὸ 𐅅 δραχ]μῶν |
κοσμι[ότητ]ος ἕνεκα καὶ εὐταξίας· ἐπαινέσαι δὲ καὶ τὸν σω[φρο]- | |
νιστὴν, Ἄδειστον Ἀντιμάχου Ἀθμονέα καὶ στεφανῶσαι χρυ[σῶι] | |
στεφάνωι ἀπὸ 𐅅 δραχμῶν, ὅτι καλῶς καὶ φιλοτίμως ἐπεμελή[θη] | |
τῶν ἐφήβων τῆς Κεκροπίδος φυλῆς. ἀναγράψαι δὲ τόδε τὸ ψή[φι]- | |
35 | σμα ἐν στήληι λιθίνι καὶ στῆσαι ἐν τῶι τοῦ Κέκροπος ἱερ[ῶι]. |
Ἡγέμαχος Χαιρήμονος Περιθοίδης εἶπεν· ἐπειδὴ οἱ ἔφηβο[ι οἱ] | |
τῆς Κεκροπίδος ταχθέντες Ἐλευσῖνι καλῶς καὶ φιλοτίμω[ς ἐπ]- | |
ιμελοῦνται ὧν αὐτοῖς ἡ βουλὴ καὶ ὁ δῆμος προστάττει κα[ὶ εὐτ]- | |
άκτους αὐτοὺς παρέχουσιν, ἐπαινέσαι αὐτοὺς κοσμιότη[τος] | |
40 | ἕνεκα καὶ εὐταξίας καὶ στεφανῶσαι θαλλοῦ στεφάνωι ἕ[καστον] |
αὐτῶν· ἐπαινέσαι δὲ καὶ τὸν σωφρονιστὴν αὐτῶν Ἄδειστ[ον Ἀντι]- | |
μάχου Ἀθμονέα καὶ στεφανῶσαι θαλλοῦ στεφάνωι ἐπε[ιδὰν τὰ]- | |
ς εὐθύνας δῶι· ἐπιγράψαι δὲ τόδε τὸ ψήφισμα ἐπὶ τὸ ἀ[νάθημα] | |
ὃ ἀνατιθέασιν οἱ ἔφηβοι τῆς Κεκροπίδος· {²vacat}² | |
45 | Πρωτίας εἶπεν· ἐψηφίσθαι τοῖς δημόταις, ἐπειδὴ καλ[ῶς καὶ φι]- |
λοτίμως ἐπιμελοῦνται τῆς φυλακῆς Ἐλευσῖνος ο[ἱ] τῆ[ς Κεκροπί]- | |
[δ]ο[ς ἔφηβ]οι καὶ ὁ σωφρονιστὴς αὐτῶν· Ἄδειστος [Ἀν]τι[μ]ά[χου Ἀθμο]- | |
[νεύς, ἐπαι]νέσα[ι] αὐτοὺς καὶ στεφανῶσαι ἕκαστον αὐτῶ[ν θαλλοῦ] | |
[στεφάνωι]. ἀναγ[ρ]άψαι δὲ τόδε τὸ ψήφισμα εἰς τὸ ἀνάθημα, [ὃ ἀνα]- | |
50 | [τι]θέασιν οἱ ἔφηβοι οἱ τῆς Κεκροπίδος οἱ ἐπὶ Κτησικλέ[ους] |
[ἄ]ρχοντος. {²vacat}² | |
Εὐφρόνιος εἶπεν· ἐψηφίσθαι τοῖς δημόταις, ἐπειδὴ οἱ [ἔφηβοι] | |
οἱ ἐπὶ Κτησικλέος ἄρχοντος ἐνγραφέντες εὐτακτοῦσιν [καὶ] | |
ποιοῦσιν πάντα ὅσα οἱ νόμοι αὐτοῖς προστάττουσιν, καὶ ὁ [σω]- | |
55 | φρονιστὴς ὁ ὑπὸ τοῦ δήμου χειροτονηθεὶς ἀποφαίνει αὐτο[υς] |
πειθάρχοντας καὶ τἄλλα πάντα ποιοῦντας φιλοτίμως, ἐπ[αι]- | |
νέσαι αὐτοὺς καὶ στεφανῶσαι χρυσῶι στεφάνωι ἀπὸ 𐅅 δρα[χμ]- | |
ῶν κοσμιότητος εἵνεκα καὶ εὐταξίας· ἐπαινέσαι δὲ καὶ τὸ[ν] | |
σωφρονιστὴν αὐτῶν Ἄδειστον Ἀντιμάχου Ἀθμονέα, καὶ στεφ- | |
60 | ανῶσ(αι χρυσῶι στεφάνωι ἀπὸ) 𐅅 δραχμῶν, ὅτι καλῶς καὶ φιλοτίμως ἐπε- |
μελήθη τῶν τε δημοτῶν (καὶ τῶν) ἄλλων ἁπάντων τῶν τῆς Κεκροπίδος | |
φυλῆς· ἐπιγράψαι δὲ τόδε τὸ ψήφισμα ἐπὶ τὸ ἀνάθημα ὃ ἀνατι- | |
θέασιν οἱ ἔφηβοι τῆς Κεκροπίδος καὶ ὁ σωφρονιστής. {²vacat}² | |
vacat | |
65 | ἡ φυλή. ἡ βουλή. Ἐλευσινιοι. Ἀθμονῆς. |