[ ] Att. — Glyphada — 313/2 BC
            {²Unter den Masken:}²
                    θεοί.
            {²Unter dem Relief:}²
1 [Γ]λαυκίδης Σωσίππου εἶπεν· ἐπειδὴ οἱ χορηγοὶ Αὐτ[έα]-
ς Αὐτοκλέους καὶ Φιλοξενίδης Φιλίππου καλῶς [κα]-
[ὶ] φιλοτίμως ἐχορήγησαν· δεδόχθαι τοῖς δημότ[α]-
[ι]ς στεφανῶσαι αὐτοὺς χρυσῶι στεφάνωι ἐκάτε-
5 [ρ]ον ἀπὸ ἑκατὸν δραχμῶν ἐν τῶι θεάτρωι τοῖς κω-
μωιδοῖς τοῖς μετὰ Θεόφραστον ἄρχοντα, ὅπως ἂν
[φ]ιλοτιμῶνται καὶ οἱ ἄλλοι χορηγοὶ οἱ μέλλοντες
[χ]ορηγεῖν, δοῦναι δὲ αὐτοῖς καὶ εἰς θυσίαν δέκα δ-
ραχμὰς τὸν δήμαρχον Ἡγησίλεων καὶ τοὺς ταμί-
10 ας, ἀναγράψαι δὲ καὶ τὸ ψήφισμα τόδε τοὺς ταμία-
ς ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι θεάτρωι, ὅπως
ἂν Αἰξωνεῖς ἀεὶ ὡς κάλλιστα <τὰ> Διονύσια ποιῶσιν.
Search Help