[ ]
Att. — Glyphada — 313/2 BC
{²Unter den Masken:}² | |
θεοί. | |
{²Unter dem Relief:}² | |
1 | [Γ]λαυκίδης Σωσίππου εἶπεν· ἐπειδὴ οἱ χορηγοὶ Αὐτ[έα]- |
ς Αὐτοκλέους καὶ Φιλοξενίδης Φιλίππου καλῶς [κα]- | |
[ὶ] φιλοτίμως ἐχορήγησαν· δεδόχθαι τοῖς δημότ[α]- | |
[ι]ς στεφανῶσαι αὐτοὺς χρυσῶι στεφάνωι ἐκάτε- | |
5 | [ρ]ον ἀπὸ ἑκατὸν δραχμῶν ἐν τῶι θεάτρωι τοῖς κω- |
μωιδοῖς τοῖς μετὰ Θεόφραστον ἄρχοντα, ὅπως ἂν | |
[φ]ιλοτιμῶνται καὶ οἱ ἄλλοι χορηγοὶ οἱ μέλλοντες | |
[χ]ορηγεῖν, δοῦναι δὲ αὐτοῖς καὶ εἰς θυσίαν δέκα δ- | |
ραχμὰς τὸν δήμαρχον Ἡγησίλεων καὶ τοὺς ταμί- | |
10 | ας, ἀναγράψαι δὲ καὶ τὸ ψήφισμα τόδε τοὺς ταμία- |
ς ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι θεάτρωι, ὅπως | |
ἂν Αἰξωνεῖς ἀεὶ ὡς κάλλιστα <τὰ> Διονύσια ποιῶσιν. |