[ ] Att. — Athens: Kerameikos — Kaibel, Epigr.gr. 31,*95
1           Μινακὼ Λίβυος χρηστή.
εἴ τις ὅλως γέγονεν χρηστὴ γυνή, ἥδ’ ἐγώ εἰμ[ι]
πρός τε δικαιοσύ[ν]ην καὶ τοῖς ἄλλοισιν ἅπασιν·
οὖσα δὲ τοιαύτη χάριν οὐ δικαίαν κεκόμισμαι
5 οὔτε παρ’ ὧν ὤιμην οὔτ’ ἀπὸ δαιμονίου·
[–⏕—]․․․ος ἀπὸ μητρὸς ἐμῆς καὶ πατρὸς ἄπιμι {²⁶ἄπειμι}²⁶
[–⏕ – κρύ]πτω, οἵας χάριτάς μοι ἀπέδωκα[ν]·
[ἀνθ’ ὧν ἤμελλον π]αρὰ τῶν παίδων κομίσεσθαι.

For AI assistants: an MCP server for these inscriptions, with texts by reference and search of the whole corpus, is at epigraphy-mcp.packhum.org.

Search Help
Contact Us
For AI assistants