[ ]
Att. — stoich. 27 — 376/5
| 1 | ․ Ἀθηναί[ων κ]αὶ ἐπεμελ[ήθη] ὅπως ὡς |
| κ̣άλλιστα πορευθήσονται οἱ πρέσ- | |
| βεις ὡς βασιλέα, οὓς ὁ δῆμος ἔπεμψ- | |
| εν καὶ ἀποκρίνασθαι τῶι ἥκοντι π- | |
| 5 | αρὰ το͂ Σιδωνίων βασιλέως ὅτι καὶ |
| ἐς τὸν λοιπὸν χρόνον ὢν ἀνὴρ ἀγαθ- | |
| ὸς περὶ τὸν δῆμον τὸν Ἀθηναίων οὐ- | |
| κ ἔστι ὅτι ἀτυχήσει παρὰ Ἀθηναίω- | |
| ν ὧν ἂν δέηται. εἶναι δὲ καὶ πρόξεν- | |
| 10 | ον τοῦ δήμου τοῦ Ἀθηναίων Στράτω- |
| να τὸν Σιδῶνος βασιλέα καὶ αὐτὸν | |
| καὶ ἐκγόνος. τὸ δὲ ψήφισμα τόδε ἀν- | |
| αγραψάτω ὁ γραμματεὺς τῆς βολῆς | |
| ἐστήληι λιθίνηι δέκα ἡμερῶν καὶ | |
| 15 | καταθέτω ἐν ἀκροπόλει, ἐς δὲ τὴν ἀ- |
| ναγραφὴν τῆς στήλης δοῦναι τοὺς | |
| ταμίας τῶι γραμματεῖ τῆς βολῆς Δ | |
| ΔΔ δραχμὰς ἐκ τῶν δέκα ταλάντων. π- | |
| οιησάσθω δὲ καὶ σύμβολα ἡ βολὴ πρ- | |
| 20 | ὸς τὸν βασιλέα τὸν Σιδωνίων, ὅπως |
| ἂν ὁ δῆμος ὁ Ἀθηναίων εἰδῆι ἐάν τι | |
| πέμπηι ὁ Σιδωνίων βασιλεὺς δεόμ- | |
| ενος τῆς πόλεως, καὶ ὁ βασιλεὺς ὁ Σ- | |
| ιδω̣νίων εἰδῆι ὅταμ πέμπηι τινὰ ὡ- | |
| 25 | ς αὐτὸν ὁ δῆμος ὁ Ἀθηναίων. καλέσα- |
| ι δὲ καὶ ἐπὶ ξένια τὸν ἥκοντα παρὰ | |
| το͂ Σιδωνίων βασιλέως ἐς τὸ πρυτα- | |
| νεῖον ἐς αὔριον. | |
| Μενέξενος εἶπεν· τὰ μὲν ἄλλα καθά- | |
| 30 | περ Κηφισόδοτος· ὁπόσοι δ’ ἂν Σιδω- |
| νίων οἰκο͂ντες ἐς Σιδῶνι καὶ πολι- | |
| τευόμενοι ἐπιδημῶσιν κατ’ ἐμπορ- | |
| ίαν Ἀθήνησι, μὴ ἐξεῖναι αὐτὸς μετ- | |
| οίκιον πράττεσθαι μηδὲ χορηγὸν | |
| 35 | μηδένα καταστῆσαι μηδ’ εἰσφορὰν |
| μηδεμίαν ἐπιγράφεν. |