[ ] Att. — stoich. 27 — 376/5
1 ․ Ἀθηναί[ων κ]αὶ ἐπεμελ[ήθη] ὅπως ὡς
κ̣άλλιστα πορευθήσονται οἱ πρέσ-
βεις ὡς βασιλέα, οὓς ὁ δῆμος ἔπεμψ-
εν καὶ ἀποκρίνασθαι τῶι ἥκοντι π-
5 αρὰ το͂ Σιδωνίων βασιλέως ὅτι καὶ
ἐς τὸν λοιπὸν χρόνον ὢν ἀνὴρ ἀγαθ-
ὸς περὶ τὸν δῆμον τὸν Ἀθηναίων οὐ-
κ ἔστι ὅτι ἀτυχήσει παρὰ Ἀθηναίω-
ν ὧν ἂν δέηται. εἶναι δὲ καὶ πρόξεν-
10 ον τοῦ δήμου τοῦ Ἀθηναίων Στράτω-
να τὸν Σιδῶνος βασιλέα καὶ αὐτὸν
καὶ ἐκγόνος. τὸ δὲ ψήφισμα τόδε ἀν-
αγραψάτω ὁ γραμματεὺς τῆς βολῆς
ἐστήληι λιθίνηι δέκα ἡμερῶν καὶ
15 καταθέτω ἐν ἀκροπόλει, ἐς δὲ τὴν ἀ-
ναγραφὴν τῆς στήλης δοῦναι τοὺς
ταμίας τῶι γραμματεῖ τῆς βολῆς Δ
ΔΔ δραχμὰς ἐκ τῶν δέκα ταλάντων. π-
οιησάσθω δὲ καὶ σύμβολα ἡ βολὴ πρ-
20 ὸς τὸν βασιλέα τὸν Σιδωνίων, ὅπως
ἂν ὁ δῆμος ὁ Ἀθηναίων εἰδῆι ἐάν τι
πέμπηι ὁ Σιδωνίων βασιλεὺς δεόμ-
ενος τῆς πόλεως, καὶ ὁ βασιλεὺς ὁ Σ-
ιδω̣νίων εἰδῆι ὅταμ πέμπηι τινὰ ὡ-
25 ς αὐτὸν ὁ δῆμος ὁ Ἀθηναίων. καλέσα-
ι δὲ καὶ ἐπὶ ξένια τὸν ἥκοντα παρὰ
το͂ Σιδωνίων βασιλέως ἐς τὸ πρυτα-
νεῖον ἐς αὔριον.
Μενέξενος εἶπεν· τὰ μὲν ἄλλα καθά-
30 περ Κηφισόδοτος· ὁπόσοι δ’ ἂν Σιδω-
νίων οἰκο͂ντες ἐς Σιδῶνι καὶ πολι-
τευόμενοι ἐπιδημῶσιν κατ’ ἐμπορ-
ίαν Ἀθήνησι, μὴ ἐξεῖναι αὐτὸς μετ-
οίκιον πράττεσθαι μηδὲ χορηγὸν
35 μηδένα καταστῆσαι μηδ’ εἰσφορὰν
μηδεμίαν ἐπιγράφεν.
Search Help
Contact Us