[ ] Att. — Athens — stoich. 22 — 331-324 BC
See also:
1 ἔδοξ[εν τῶι δήμωι· Λυκοῦργο]-
ς Λυκό[φρονος Βουτάδης εἶπ]-
εν· περ[ὶ ὧν ἡ βουλὴ προεβούλ]-
ευσεν ἐψ̣φ]σθαι τ̣[ῶι δήμωι]·
5 ἐπειδὴ Σώ̣πατρος Φιλιστ̣[ίω]-
νος Ἀκραγ̣αντῖνος ἐνδεί[κν]-
υται τὴν εὔνοιαν ἣν ἔχει π[ρ]-
[ο]ς̣ Ἀθην[αί]ους ἐπιμελούμε[ν]-
[ος], κ̣αὶ π̣[ρ]ά̣ττων ὅπως ἂν ὡς ἀ̣[φ]-
10 [θο]νώτα[τ]ος Ἀθήναζε κομίζη-
ται σῖτ[ο]ς ἐπαινέσαι αὐτὸν
ε̣ὐνοία̣ς̣ ἕνεκα τῆς εἰς τὸν δ̣-
[ῆ]μον τ[ὸ]ν Ἀθηναίων εἶναι δ[ὲ]
[π]ρόξενον καὶ εὐεργέτην α̣[ὐ]-
15 [τ]ὸν καὶ ἐκγόνου̣ς τοῦ δήμο[υ]
[τ]οῦ Ἀ<θ>ηναίων καὶ εἶναι αὐ[τ]-
ῶι ἔνκτησιν· ἀναγράψαι δὲ [τ]-
όδε τὸ ψήφισμα ἐν στήληι λ[ι]-
θίνηι τὸγ γραμματέα τὸν κ[α]-
20 τ̣ὰ πρυτανείαν καὶ στῆσαι [ἐ]-
ν ἀκροπόλει· εἰς δὲ τὴν ἀνα[γ]-
ρ<α>φὴν τῆς στήλης δοῦναι τὸ-
ν ταμίαν τοῦ δήμου ∶ΔΔΔ∶ δ̣ρ-
αχμὰς ἐκ τῶν εἰς τὰ κατὰ ψηφ-
25 σματα ἀναλισκομένον τῶι
δ̣ήμωι· καλέσαι δὲ καὶ ἐπὶ ξέ-
[ν]ια Σώπατρον εἰς τὸ πρυτα[ν]-
[ε]ῖον εἰς αὔριον καὶ καταν[ε]-
[ῖ]μαι θέαν αὐτῶι τὸν ἀρχιτέ̣-
30 κτονα εἰς τὰ Διονύσια. vvv
Search Help
Contact Us