[ ]
Att. — Athens: Agora — early 2nd c. BC
1 | [— —c.18— — —κ]λέους εἶπεν· ἐπειδὴ ἡ ἱέρεια τῶν Θεσμοφό- |
[ρων προκεκριμένη ὑπὸ τῶν] δημοτῶν, Σάτυρα, Κρατέου Μελιτέως γυν[ή], | |
[ἔθυσεν ὑπὲρ τῶν δημοτῶν καλῶ]ς καὶ εὐσεβῶς πάσας τὰς καθηκούσας | |
[θυσίας ἃς οἱ νόμοι προσέττατ]ον, ἐπεσκεύακεν δὲ καὶ τοὺς ναοὺς πά[ν]- | |
5 | [τας τοὺς ἐν τῶι Ἐλευσινίωι, παρε]σκεύακεν δὲ καὶ π̣ά̣[ν]τ̣α ἐν τῶι τοῦ Πλ[ού]- |
[τωνος ἱερῶι, προσανήλωκεν δὲ καὶ] ἐκ τῶν ἰδίων ὑπὲρ τὰς ἑκατὸν δρα- | |
[χμὰς εἰς τὰς θυσίας τὰς γιγνομένα]ς κατ’ ἐνιαυτόν· ἀγαθεῖ τύχει· δεδό- | |
[χθαι τοῖς Μελιτεῦσι· ἐπαινέσαι τὴν ἱ]έρειαν τῶν Θ[ε]σμοφόρων Σάτυρα<ν> | |
[Κρατέου Μελιτέως γυναῖκα καὶ στεφα]νῶσαι αὐτὴν μυρρίνης στεφά- | |
10 | [νωι εὐνοίας ἕνεκα καὶ εὐσεβείας τῆς εἰς τὰ]ς θεὰς καὶ τὸν δῆμον τὸν |
[Μελιτέων, δοῦναι δὲ αὐτῆι καὶ εἰκόνος ἀ]νάθεσιν ἐν πίνακι, καθάπερ | |
[δέδοται καὶ ἄλλαις ἱερείαις ἐν τῶι ναῶι] τῆς Δήμητρος καὶ τῆς Κόρη[ς], | |
[ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν ταμίαν] τῶν δημοτῶν ἐν στήλει λ[ι]- | |
[θίνει καὶ στῆσαι πρὸς τῶι Ἐλευσινίωι, τὸ δὲ] ἀνάλωμα εἰς ταῦτα με[ρί]- | |
15 | [σαι ἐκ τῆς κοινῆς διοικήσεως]. |