[ ]
Att. — stoich. 30 — 355/4
| 1 | προξενία καὶ εὐεργεσί[α] |
| Φιλίσ[κ]ωι Λύκου αὐτῶ[ι] | |
| καὶ ἐ[κ]γ[ό]νοις Σ[ηστ]ίω[ι]. | |
| [ἐ]πὶ [Καλ]λ[ιστράτου ἄρχοντος ἐπὶ τῆς Ἀ]- | |
| 5 | [κ]α[μαν]τίδ[ος ἐνάτης πρυτανείας ἧι Πά]- |
| [ν]διος Σωκλ[έ]ους ἐ[ξ Οἴου ἐγραμμάτευε]- | |
| [ν]· τῶν προέδ[ρω]ν [ἐπεψήφιζε ․․․․9․․․․]- | |
| ․ Κονθυλῆθ[ε]ν· ἔ[δοξεν τῶι δήμωι ․․5․․]- | |
| ․ίδης εἶπε[ν]· ἐπ[ειδὴ Φιλίσκος ἀνὴρ ἀγ]- | |
| 10 | [α]θὸς ἐγένετο [περὶ τὸν δῆμον τὸν Ἀθην]- |
| αίων μηνύσας τ[ὸν τῶν Βυζαντίων στόλ(?)]- | |
| ον, ἐ[ψ]ηφίσθαι τῶ[ι δήμωι πρόξενον εἶν]- | |
| αι κ[αὶ] εὐεργέτη[ν Ἀθηναίων τοῦ δήμου] | |
| καὶ αὐτὸν καὶ [ἐκγόνους· καὶ ἀναγράψα]- | |
| 15 | ι τόδε τὸ ψήφι[σμα τὸν γραμματέα τῆς β]- |
| ουλῆς ἐν στήληι λ[ιθίνηι καὶ καθαθεῖ]- | |
| ναι ἐν τῆι ἀκροπ[όλει δέκα ἡμερῶν, εἰς] | |
| δὲ τὴν ἀναγραφὴν [δοῦναι τὸν ταμίαν τ]- | |
| οῦ δήμου ΔΔ δραχμ[ὰς ἐκ τῶν κατὰ ψηφίσ]- | |
| 20 | ματα ἀναλισκ[ο]μ[ένων. ἐπαινέσαι δὲ Φι]- |
| λίσκον καὶ καλέσα[ι ἐπὶ ξένια εἰς τὸ π]- | |
| ρυτανεῖο[ν] εἰς αὔ[ρ]ι[ον· ἐπιμελεῖσθαι] | |
| δὲ Φιλίσκου τὸν λι[μενόφρουρον(?) τὸν Ἀ]- | |
| θηναίων ἐν Ἑλλησπόν[τωι καὶ τοὺς ἄρχ]- | |
| 25 | οντας τοὺς ἐν Ἑλλησπ[όντωι, Ἀθήνησι δ]- |
| ὲ τὴν βουλὴν τὴν ἀεὶ βο[υλεύουσαν καὶ] | |
| τοὺς στρατηγοὺς ὅπως ἂ[ν μὴ ἀδικῆται]. |