1
|
Θεότιμος Θεοδώρου Ῥαμνούσιος εἶπεν· ἐπειδὴ Διοκλῆς συνῆ-
|
|
χε τῶι Ἀμφιεράωι σύνοδον, τὸ δὲ ἱερὸν συνβαίνει προσδεῖσθαι
|
|
ἐπισκευῆς καὶ τόν τε οἶκον ἄθυρον εἶναι καὶ τὸν κέραμον κατε-
|
|
αγέναι, καταπεπτωκέναι δὲ καὶ τοῦ τοίχου τὸ μέρος τοῦ κατ-
|
5
|
ὰ τὸν βωμὸν καὶ τὴν τράπεζαν τοῦ θεοῦ κατεαγέναι, καὶ τὸ
|
|
πρόστωιον κινδυνεύειν καταπεσεῖν, εἰς δὲ τὴν ἐπισκευ-
|
|
ὴν τούτων πάντων βούλεσθαι τοὺς συνεληλυθότας εἰσε-
|
|
νεγκεῖν καθ’ ὅ τι ἕκαστος δυνατός ἐστιν· ὅπως ἂν ἐπι-
|
|
σκευασθέντων τούτων τῶι θεῶι ἔχωσι χρᾶσθαι κοινεῖ πάν-
|
10
|
τες οἱ βουλόμενοι τῶι ἱερῶι· ἀγαθεῖ τύχει· δεδόχθαι τοῖς
|
|
Ἀμφιεραϊσταῖς· ἐπιδοῦναι μὲν ἕκαστον εἰς τὴν ἐπισκευὴν
|
|
τοῦ ἱεροῦ ὅσον ἂν βούληται, τῶν δ’ ἐπιδόντων ἀναγράψαι τὰ
|
|
ὀνόματα ἐν στήλει λιθίνει καὶ στῆσαι παρὰ τὸν θεόν· ἀνα-
|
|
γράψαι δὲ καὶ Μνησικλείδην ἐπειδὴ συνεπισκευάζει μετ’ αὐ-
|
15
|
τῶν τὸ ἱερόν· ἐπαινέσαι δὲ καὶ Ὀνησιμίδην Ῥαμνούσιον
|
|
καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ στεφάνωι, ἐπειδὴ καὶ οὗτος
|
|
ἀνατέθηκε τῶι θεῶι τὰς αἱμασιὰς ὅπου ὁ λάκκος ἐστὶν
|
|
καὶ δέδωκε τὴν πρόσοδον τοῖς Ἀμφιεραϊσταῖς τοῖς μετὰ
|
|
Διοκλέου Ἀμαξαντέως, καὶ θύειν κατ’ ἐνιαυτὸν ἀπὸ τῆς προ-
|
20
|
σόδου τῆς γινομένης καὶ ἀναγράψαι καὶ τοῦτον ἐπὶ τὴν
|
|
στήλην· ἐπαινέσαι δὲ καὶ τὸν ἀρχερανιστὴν Διοκλῆν Δίωνος
|
|
Ἀμαξαντέα καὶ τὸν γραμματέα Καλλιτέλην Καλλίου Λαμ-
|
|
πτρέα καὶ τὸν ταμίαν Ἀρχέστρατον Αἰσχίνου Ἐρχιέα καὶ
|
|
στεφανῶσαι καὶ τούτων ἕκαστον θαλλοῦ στεφάνωι φιλο-
|
25
|
[τι]μίας ἕνεκα καὶ δικαιοσύνης τῆς εἰς ἑαυτοὺς καὶ ἐπι-
|
|
[μελ]ηθῆναι τῆς ἀναθέσεως καὶ ἀναγραφῆς τοῦ ψηφίσμα-
|
|
[τος τοὺ]ς αὐτοὺς τούτους καὶ λόγους ἀποδοῦναι· οἱ ἀνοικο-
|
|
[δομοῦντες] τῶι κοινῶι.
|
col. I.29
|
Διοκλῆς Ἀμαξαντεύς
|
30
|
Ἀντίμαχος Οἰναῖος
|
|
Καλλιτέλης Λαμπτρεύς
|
|
Ἀγαθοκλῆς Χολαργεύς
|
|
Νεοπείθης Κολωνῆθεν
|
|
Τιμοκλείδης Ἕρμειος
|
35
|
Ἀρχέστρατος Ἐρχιεύς
|
|
Πάμφιλος Κεφαλῆθεν
|
|
Θεότιμος Ῥαμνούσιος
|
|
Θεογένης Ῥαμνούσιος
|
|
Ἀλεξικράτης Ἀναφλύστιος
|
40
|
Ἀγαθοκλῆς Ἐπιεικίδης
|
col. II.29
|
Εὔφρων Ἀναγυράσιος
|
30
|
[— — —]ων Ἀστακηνός
|
|
Με[γ]α[κλ]ῆς Εἰτεαῖος
|
|
Ἰάσων Χολ[ργεύς]
|
|
Δ[η]μοκρ[ά]της [․c.5․]ος
|
|
[Θ]ε[ό]κ[ριτ]ος Λαμπτρεύς
|
35
|
Μνησικλείδης Ἰκαριεύς
|
|
Ἀρίστων Χολαργεύς
|
|
Ἀρχέβιος Ἀναγυράσιος
|
|
Διονυσόδωρος Χολαργεύς
|
|
Μενεκράτης Πιθεύς
|
40
|
vacat
|
cr 1.40a
|
in corona:
|
41
|
Ὀ[ν]ησιμίδης
|
|
Ῥ[αμ[ν]ούσιος.
|
cr 2.40a
|
in corona:
|
41
|
Διοκλῆς
|
|
Ἁμαξαντεύς.
|