[ ] Att. — Rhamnous — ca. 325-300 BC — IG II² 1322
See also:
1 Θεότιμος Θεοδώρου Ῥαμνούσιος εἶπεν· ἐπειδὴ Διοκλῆς συνῆ-
χε τῶι Ἀμφιεράωι σύνοδον, τὸ δὲ ἱερὸν συνβαίνει προσδεῖσθαι
ἐπισκευῆς καὶ τόν τε οἶκον ἄθυρον εἶναι καὶ τὸν κέραμον κατε-
αγέναι, καταπεπτωκέναι δὲ καὶ τοῦ τοίχου τὸ μέρος τοῦ κατ-
5 ὰ τὸν βωμὸν καὶ τὴν τράπεζαν τοῦ θεοῦ κατεαγέναι, καὶ τὸ
πρόστωιον κινδυνεύειν καταπεσεῖν, εἰς δὲ τὴν ἐπισκευ-
ὴν τούτων πάντων βούλεσθαι τοὺς συνεληλυθότας εἰσε-
νεγκεῖν καθ’ ὅ τι ἕκαστος δυνατός ἐστιν· ὅπως ἂν ἐπι-
σκευασθέντων τούτων τῶι θεῶι ἔχωσι χρᾶσθαι κοινεῖ πάν-
10 τες οἱ βουλόμενοι τῶι ἱερῶι· ἀγαθεῖ τύχει· δεδόχθαι τοῖς
Ἀμφιεραϊσταῖς· ἐπιδοῦναι μὲν ἕκαστον εἰς τὴν ἐπισκευὴν
τοῦ ἱεροῦ ὅσον ἂν βούληται, τῶν δ’ ἐπιδόντων ἀναγράψαι τὰ
ὀνόματα ἐν στήλει λιθίνει καὶ στῆσαι παρὰ τὸν θεόν· ἀνα-
γράψαι δὲ καὶ Μνησικλείδην ἐπειδὴ συνεπισκευάζει μετ’ αὐ-
15 τῶν τὸ ἱερόν· ἐπαινέσαι δὲ καὶ Ὀνησιμίδην Ῥαμνούσιον
καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ στεφάνωι, ἐπειδὴ καὶ οὗτος
ἀνατέθηκε τῶι θεῶι τὰς αἱμασιὰς ὅπου ὁ λάκκος ἐστὶν
καὶ δέδωκε τὴν πρόσοδον τοῖς Ἀμφιεραϊσταῖς τοῖς μετὰ
Διοκλέου Ἀμαξαντέως, καὶ θύειν κατ’ ἐνιαυτὸν ἀπὸ τῆς προ-
20 σόδου τῆς γινομένης καὶ ἀναγράψαι καὶ τοῦτον ἐπὶ τὴν
στήλην· ἐπαινέσαι δὲ καὶ τὸν ἀρχερανιστὴν Διοκλῆν Δίωνος
Ἀμαξαντέα καὶ τὸν γραμματέα Καλλιτέλην Καλλίου Λαμ-
πτρέα καὶ τὸν ταμίαν Ἀρχέστρατον Αἰσχίνου Ἐρχιέα καὶ
στεφανῶσαι καὶ τούτων ἕκαστον θαλλοῦ στεφάνωι φιλο-
25 [τι]μίας ἕνεκα καὶ δικαιοσύνης τῆς εἰς ἑαυτοὺς καὶ ἐπι-
[μελ]ηθῆναι τῆς ἀναθέσεως καὶ ἀναγραφῆς τοῦ ψηφίσμα-
[τος τοὺ]ς αὐτοὺς τούτους καὶ λόγους ἀποδοῦναι· οἱ ἀνοικο-
[δομοῦντες] τῶι κοινῶι.
col. I.29 Διοκλῆς Ἀμαξαντεύς
30 Ἀντίμαχος Οἰναῖος
Καλλιτέλης Λαμπτρεύς
Ἀγαθοκλῆς Χολαργεύς
Νεοπείθης Κολωνῆθεν
Τιμοκλείδης Ἕρμειος
35 Ἀρχέστρατος Ἐρχιεύς
Πάμφιλος Κεφαλῆθεν
Θεότιμος Ῥαμνούσιος
Θεογένης Ῥαμνούσιος
Ἀλεξικράτης Ἀναφλύστιος
40 Ἀγαθοκλῆς Ἐπιεικίδης
col. II.29 Εὔφρων Ἀναγυράσιος
30 [— — —]ων Ἀστακηνός
Με[γ]α[κλ]ῆς Εἰτεαῖος
Ἰάσων Χολ[ργεύς]
Δ[η]μοκρ[ά]της [․c.5․]ος
[Θ]ε[ό]κ[ριτ]ος Λαμπτρεύς
35 Μνησικλείδης Ἰκαριεύς
Ἀρίστων Χολαργεύς
Ἀρχέβιος Ἀναγυράσιος
Διονυσόδωρος Χολαργεύς
Μενεκράτης Πιθεύς
40    vacat
cr 1.40a  in corona:
41 [ν]ησιμίδης
[αμ[ν]ούσιος.
cr 2.40a  in corona:
41                 Διοκλῆς
                Ἁμαξαντεύς.
Search Help
Contact Us