[ ] Att. — init. s. IV a.
a.1 [Φ]ερέν[ικο]ς πρὸς τὸν Ἑρμῆν τὸν χθόνιον καὶ [τὴν Ἑ]-
κάτην χθονίαν καταδεδέσθω· Γαλήνην, ἥτις Φερεν[ί]-
κωι, καταδέω πρὸς Ἑρμῆν χθονικὸν καὶ Ἑκάτην χθονίαν κατα[δ]-
έω· καὶ ὡς οὗτος ὁ βόλυβδος ἄτιμος καὶ ψυχρός, οὕτω ἐκε<ῖ>νος καὶ τὰ ἐκε<ί>νω ἄτιμα [κ]-
5 αὶ ψυρχὰ ἔστω καὶ τοῖς μετ’ ἐκε<ί>νο(υ) ἃ περὶ ἐμο(ῦ) λέγοιεν καὶ βο(υ)λευοίατο.
Θερσίλοχος Οἰνό[φιλος] Φιλώτιος καὶ εἴ τ[ι]ς ἄ-
λλος Φερενίκωι σύνδικ[ος, πρ]ὸς τὸν Ἑρμῆν τὸγ χθόν[ι]-
ον καὶ Ἑκάτην χθονίαν καταδεδέσθω· Φερενίκο(υ) κα[ὶ ψυ]-
χὴν καὶ νο(ῦ)ν καὶ γλῶτταν καὶ βο(υ)λὰς καὶ [τ]ὰ πράττει καὶ τὰ περὶ ἐμο(ῦ) βο(υ)λε[ύ]-
10 εται, ἅπαντ’ αὐτῶι ἀντία ἔστω καὶ τοῖς μετ’ ἐκε<ί>νο(υ) βο(υ)λεύο(υ)σιν καὶ πράττο(υ)σιν.
καὶ ὅσον <...>  amplius nil scriptum est.
b.1 Ἑρμῆς χθόνιος
καὶ Ἑκάτη χθονία.
Search Help
Contact Us