[ ] Att. — Peiraieus
1 Μικίωνα ἐγὼ ἔλαβον καὶ
{καὶ} ἔδησα {²⁷κα<τ>έδησα?}²⁷ τὰς χεῖρας καὶ
τοὺς πόδας καὶ τὴν χλῶσσαν
καὶ τὴν ψυχὴν καὶ εἴ τι μέλλει {ε}
5a ὑπὲρ Φίλωνος ῥῆμα
6 {καὶ τὴ}
5b                    μοχθηρὸ-
7 ν φθέγγεσθαι, ἡ γλῶσσα αὐτοῦ
μόλυβδος γένοιτο. καὶ κέντ-
[η]σον α[ὐτ]οῦ τὴν γλῶσσαν καὶ
10 εἴ τι μέλλει ἐργάζεσθαι, ἀνόνη-
τα αὐτῶι γίνοιτο καὶ ἄχωρα
καὶ ἄμοιρα καὶ ἀφανῆ αὐτῶι
[ἅ]παντα γένοιτο. Ἱππονωΐ-
[δ]ην καὶ Σωκράτην ἐγὼ
15 [ἔ]λαβον καὶ ἔδησα τὰς
[χε]ῖρας καὶ τοὺς πόδας καὶ
[τὴ]ν γλῶσσαν καὶ τὴν ψυχ-
ὴν καὶ εἴ τι μέλλουσιν
ὑπὲρ Φίλωνος ῥῆμα μοχθ-
20 ηρὸν ἢ πονηρὸν φθένγεσθαι
ἢ κακόν τι ποῆσαι, ἡ γ[λ]ῶσ-
σα αὐτῶν καὶ ἡ ψυχὴ μόλυ-
βδος γένοιτο καὶ μὴ δύναιντο
φθένγεσθα[ι] μηδὲ ποῆσαι, ἀλλὰ
25 τὴν γλῶσσαν καὶ τὴν ψυχὴν
αὐτῶν κέντησον, καὶ εἴ τ[ι]
αὐτοῖς ἐ[σ]τι ἢ μέλλει τι εἶνα[ι]
χρήματα ἢ οὐσία ἢ ἐργασία
ἅπαντα ἀνόνητα καὶ ἄ-
30 χωρα καὶ ἄμοιρα πάντα
αὐτοῖς γένοιτο καὶ ἀφανῆ
αὐτοῖς ἔστω.
{Ἀριστὼ ἐγὼ}
Ἀριστὼ ἐγὼ ἔλαβον καὶ ἔδη-
35 [σ]α τὰς χεῖρας καὶ τοὺς πόδας
καὶ τὴν γλῶσσαν καὶ τὴν ψυ-
χὴν καὶ μὴ δύναιτο ὑπὲρ Φί-
λωνος φθένγεσθαι ῥῆμα πο-
νηρὸν ἀλλὰ ἡ γλῶσσα αὐτῆς μό-
40 λυβδος γένοιτο καὶ κέντησον
αὐτῆς τὴν γλῶσσαν.
Search Help