[ ]
Att. — Charvati — 4th c. BC
1 | πᾶσι θανεῖν εἵμαρται ὅσοι ζῶσιν, σὺ δὲ πένθος οἰ- |
κτρὸν ἔχειν ἔλιπες Παυσιμάχη προγόνοις μητρί | |
τε Φαινίππῃ καὶ πατρὶ Παυσανίᾳ· σῆς δ’ ἀρετῆς μνη- | |
μεῖον ὁρᾶν τόδε τοῖς παριόσιν σωφροσύνης τε. |