[ ] Att. — stoich. 41 — 361/0 — IG II² 116 Add. (pt. 1.2 p. 658)
1               θε[ο]ί.
              ἐπὶ Νικοφήμο ἄρχοντος
              συμμαχία Ἀθηναίων καὶ
              Θετταλῶν εἰς τὸν ἀεὶ χρόνον.
5 ἔδοξεν τ[ῆ]ι [β]ουλῆι κα[ὶ] τῶι δήμωι· Λ[ε]ωντὶς ἐπρυτάνε-
υεν, Χαιρ[ί]ων Χαριναύ[τ]ο Φαληρεὺ[ς] ἐγραμμάτευεν, Ἄρ-
χιππος, Ἀμφ[ι]τροπῆθε[ν] ἐπεστάτει· δωδεκάτει τῆς πρ-
υτανείας· Ἐ[ξ]ηκεστίδης εἶπεν· [π]ε[ρὶ] ὧν λέγουσιν οἱ π-
[ρ]έσβεις τῶν Θετταλῶ[ν], ἐψηφίσθα[ι] τῶι δ[ή]μωι, δέχεσθ-
10 αι τὴν συμμαχίαν τύχ[η]ι ἀγαθῆι κ[α]θὰ ἐπ[α]νγέλλοντα-
[ι] οἱ Θετταλο[ί]. εἶναι δὲ αὐ[τ]ο[ῖ]ς τὴ[ν] συμμ[α]χίαν πρὸς Ἀ-
θηναίος εἰς [τ]ὸν αἰεὶ χρόνον. εἶ[ν]αι δὲ καὶ τοὺς Ἀθην-
αίων συμμ[ά]χ[ο]ς ἅπαντας Θετταλῶ[ν] συμμ[ά]χος καὶ τὸς
[Θ]ετταλῶν Ἀ[θη]ναίων. ὀμόσαι δὲ Ἀ[θη]ναίων μὲν τὸς στρ-
15 [ατη]γὸς καὶ τ[ὴ]ν βολὴν καὶ τὸς ἱππάρχος καὶ τὸς ἱππέ-
[α]ς τόνδε τὸν ὅρκον· βοηθήσω π[α]ντὶ σθένει κατὰ τὸ δυ-
νατόν, ἐάν τι[ς] ἴηι ἐπὶ τὸ κοινὸν τὸ Θετταλῶν ἐπὶ πολ-
[έμ]ωι ἢ τὸν ἄρχοντα καταλύει, ὃν εἵλοντο Θετταλοί, ἢ
[τ]ύραννον καθ[ι]στῆι ἐν Θετταλίαι· ἐπομνύναι δὲ τὸν
20 [νό]μιμον ὅρκον. ὅπως δ’ [ἂ]ν καὶ Θετταλοὶ ὁμόσωσι τῆι π-
[όλ]ει, ἑ[λ]έσθα[ι τὸ]ν δῆμον πέντε ἄν[δρ]ας ἐ[ξ] Ἀθηναίων ἁ-
πά[ν]των οἵτινες ἀφικόμενοι εἰς Θετταλία[ν] ἐξορκώ-
[σ]οσιν Ἀγέλαο[ν τ]ὸν ἄρχοντα καὶ τὸς [π]ολ[ε]μά[ρ]χος καὶ
τὸς ἱ[π]πάρχος καὶ τὸς ἱππέ[α]ς καὶ τὸ[ς ἱερ]ο[μν]ήμονας
25 καὶ τοὺς ἄλλο[ς] ἄρχοντας ὁπόσοι ὑπὲ[ρ] το͂ κοινο͂ το͂ Θε-
τταλῶν ἄρχοσ[ι]ν τόνδε τὸν ὅρκον· βο[η]θ[ήσ]ω παντὶ σθέ-
νει κατὰ τὸ δυνατόν, ἐάν τις ἴ[η]ι ἐπὶ τὴν πόλιν τὴν Ἀθ-
[ην]αίων ἐπὶ πολέμωι ἢ τὸν δῆμον καταλύει τὸν Ἀθηνα-
[ίων]· ὀμόσαι δὲ [κ]αὶ τὸς πρέσβεις τὸς τῶν Θετταλῶν ἐν
30 τ[ῆ]ι βολῆι τὸς [ἐπι]δημο͂[ν]τα[ς] Ἀθήνησιν τὸν αὐ[τ][ν][ρ]κ-
ο[ν. τ][ν] δὲ πόλεμον τὸν πρὸς Ἀλέξανδρον τὸν μὴ [ἐξεῖν]α[ι] κ-
[αταλ]ύσασθαι [μήτε] Θετταλοῖς [ἄ]νευ Ἀθηναί[ων μήτε] Ἀ-
[θην]αίοις ἄ[νευ το͂] ἄρχοντος καὶ τοῦ κοινοῦ [τοῦ Θεττ]-
[αλῶν]. ἐπαιν[έ]σα[ι δὲ] Ἀγέλαον τὸν ἄρχοντα {τα․} [καὶ τὸ κ]-
35 [οινὸν] τῶν Θετ[ταλ]ῶν, ὅτι εὖ κ[α]ὶ προθύμ[ω]ς ἐπ[οίουν πά]-
[ντα] περὶ ὧν αὐ[τ]ο[ῖ]ς [ἡ] πόλ[ι]ς ἐ[π]η[γ]γείλ[ατ]ο· ἐπ[αινέσα]ι
[δὲ καὶ] τὸς πρέ[σβεις] τῶν [Θ]ετταλῶν τὸ[ς ἥκ]ον[τας] κ[αὶ] κ-
[αλέσ]αι αὐτὸς [ἐπὶ ξ]ένια [ε]ἰς [τὸ πρ]υτα[νε]ῖον [εἰς] αὐρι-
[ον. τὴ]ν δὲ στ[ή]λ[ην τὴ]ν πρὸ[ς] Ἀλ[έξα]νδ[ρ]ον [κα]θελ[εῖ]ν τὸς
40 [ταμία]ς τῆς θεο͂ [τὴν π]ερ[ὶ τῆ]ς [σ]υμμαχία[ς]. τοῖς δὲ πρέσ-
[βεσι δ]ο͂ναι τὸν [ταμί]αν τ[ο][δημ]ο͂ εἰς ἐφόδια v ΔΔ̣ δραχ-
[μὰς] ἑκάστωι. τὴ[ν δὲ] συμ[μα]χί[αν] τή[ν]δε ἀναγράψαι τὸν
[γρα]μ[μ]ατέα τῆς β[ολῆ]ς ἐν [σ]τ[ήλει] λιθίνη[ι καὶ σ]τῆσαι
[ἐ]ν ἀκ[ρ]ο[π]όλε[ι], ε[ἰ]ς [δ][τὴ]ν [ἀναγραφ]ὴν τῆς [σ]τ[ή]λη[ς] δο͂να-
45 [ι] τὸν ταμίαν το͂ δή[μο] ΔΔΔ [δρ]α[χμά]ς. εἶναι δὲ καὶ [Θ]ε[αί]τ-
ητον τὸν Ἐρχιέα ὡ[ς] λέγο[ν]τα [ἄρ]ι̣σ̣τα [κα][πρ]άττοντα ὅ
[τ]ι ἂν δύνηται ἀγα[θὸ]ν τῶ[ι δήμ]ω[ι] τῶι Ἀ[θην]α[ί]ω[ν κα]ὶ Θε-
τταλ[ο]ῖς ἐν τῶι τεταγμέ[ν]ωι. vacat
Search Help
Contact Us