[ ]
Att. — Athens: Agora — non-stoich. c. 60-73 — c. 120 a. — Hesp. 7.1938.127,27 — Pleket, Epig. I.1964.22,14 — SEG 24.147
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
1 | [— — — — — — — καθισταμ]έ̣[νοις δημοσίοις μετ’ ἀναγραφῆς πάντα τὰ μέτρα καὶ σταθμά· ἐὰν] |
[δέ τι μή παραδῶσιν εἰσπ]ρ̣α̣ττέσθωσα[ν ὑπὸ τῶν τεταγμένων ἐπ’ αὐτοὺς κατὰ τὸ ψήφισμα, καὶ ἐάν] | |
[τινα ἀπολέσωσιν κατασκ]ευαζέσθωσαν ἀ[ντὶ τῶν ἀπολομένων ἕτερα τοιαῦτα· καταβαλλέ]- | |
[σθωσαν δὲ καὶ χειρόγρ]αφον ἐν [τῶι] Μητρώιωι [ὧν ἂν παραλάβωσι καὶ παραδῶσιν· ἐὰν δὲ τοῦ]- | |
5 | [το μὴ καταβάλλων]ται μὴ ἐ[ξέσ]τω αὐτοῖς ἐλ[ευθέραν λειτουργίαν θητωνεῖν· ἀνα]- |
[τιθέσθω δὲ καὶ εἰς ἀ]κ[ρ]ό[π]ολ[ιν ση]κώματα τοῦ [τε ἐμπορικοῦ ταλάντου καὶ δεκάμνου καὶ πεν]- | |
[τάμνου καὶ δίμνου κ]αὶ μνᾶ[ς] καὶ ἡ[μι]μναίου καὶ ταρ[τημόρου καὶ χοὸς καὶ χοί]- | |
[νικος· ἐὰν δέ τις ἁλί]σκη[ται κ]ακο[υρ]γῶν περὶ τὰ μέτ[ρα καὶ τὰ σταθμὰ τὰ κείμενα ἔν τε] | |
[τῆι Σκιάδι καὶ ἐν Ἐλ]ευσῖνι κ[α]ὶ ἐμ [Πε]ιραιεῖ καὶ ἐν ἀκ[ρ]ο[πόλει, ἐάν τε ἄρχων ἐάν τε ἰδιώ]- | |
10 | [της ἐάν τε δημόσιο]ς, ἔνοχος ἔστω τῶι νόμωι τῶι κειμ[ένωι περὶ τῆς τῶν κακούρ]- |
[γων ζημίας· ἐπιμε]λείσ[θω δὲ κ]αὶ ἡ βουλὴ ἡ ἐξ Ἀρήο[υ Πάγου, καὶ τὸν κακουργοῦντά τι] | |
[περὶ ταῦτα κολαζέ]τω κατὰ τοὺς περὶ τῶν κακού[ργων κειμένους νόμους· vvvv] | |
[ἀναγράψαι δὲ τόδε τὸ] ψήφισμα εἰς στήλας λιθ[ίνας τὸν καθεσταμένον ἄνδρα] | |
[ἐπὶ τὴν κατασκευὴν τ]ῶν μέτρων καὶ σταθμ[ῶν, καὶ στῆσαι ἐν τοῖς οἴκοις ἐν οἷς] | |
15 | [καὶ τὰ μέτρα καὶ τὰ σταθμ]ὰ κεῖται. {²vacat}² |
{²vacat}² |