[ ] Att. — Athens: Agora — non-stoich. c. 38-44 — c. 135 a. — IG II² 937 — Hesp. 36.1967.59,6; GRBS 29.1988.383 — SEG 24.135; 38.112
See also:
[— — — — — — — — — — — — — — — — — — — — — — — —]
1 [— — — — — — — — — — — — — — — — — — — — —· ἔδο]-
[ξ]εν̣ [τῶι δήμωι· ․․․․․․․․․c.22․․․․․․․․․ εἶπεν]·
[ἐ]πειδ[ὴ καὶ πρότερον Εὐμένης ὁ πατὴρ ․ηνοδώρου]
τ̣ροφεὺς κ[αὶ τιθηνὸς τοῦ βασιλέως ․․․c.11․․․․]
5 [ἐ]πιδημήσα[ς ἐν τεῖ πόλει ἡμῶν ἀνεστράφη καλῶς]
καὶ εὐσχημ[όνως καὶ κοινῆι τῶι δήμωι καὶ ἰδίαι τῶν]
πολιτῶν ἀεὶ [τοῖς ἀφικνουμένοις εἰς Ἀντιοχείαν],
ἀνθ’ ὧν ὁ δῆμ[ος βουλόμενος ἀξίως τιμᾶν τοὺς ἀγαθοὺς]
ἄνδρας ἐστε[φάνωσεν αὐτὸν χρυσῶι στεφάνωι καὶ]
10 πολίτην ἐποί[ησεν· καὶ νῦν ․ηνόδωρος παραλαβὼν]
τὴν πατρώιαν [εὔνοιαν χρήσιμον ἑαυτὸν παρέχει]
καὶ πρὸς τὸν δῆ[μον καὶ πρὸς ἰδίους ὥστε τιμηθῆ]-
ναι ὑπ’ αὐ[το]ῦ· ΑΛ[․․․․․c.15․․․․․․ τῆς φιλοστορ]-
γίας καὶ τῆς π[ρὸς τὸν δῆμον εὐνοίας πολλὰς καὶ]
15 μεγάλας ἀποδ[είξεις ἐμ παντὶ καιρῶι ἐποιήσατο καὶ]
παρέσχετο χρεί[ας — — — — — — — — — — — — — — — —]
νημένος καὶ παρεχ̣[— — — — — — — — — — — — — — — —]
τε αὐτῶι τάξιν ἔχειν [․․․․․․․c.18․․․․․․․]αν προ[σ]-
άγων τά τε κοινεῖ χρή[σιμα ․․․c.10․․․]ν πράττειν
20 εὐνούστατα διακείμε[νος πρὸς αὐτ]όν, vv νυνί τε ἀ-
ποσταλεὶς ὑπὸ τοῦ βασιλ[έως πρεσβευ]τὴς [π]ροθύμω[ς]
ἑαυτὸν εἰς τὴν πρεσβεί[αν ἐπέδ]ωκεν ἕνεκεν τοῦ χ[α]-
ρίζεσθαι τῶ[ι δ]ήμωι διὰ τὸ ἐκ τῆς πρεσβείας μεγάλα κ̣[αὶ]
χρήσιμα π[ορίζ]εσθαι κοινῆι τε πᾶσιν καὶ ἰδίαι τῶν π[ο]-
25 λιτῶν ἑκ[άστωι καὶ π]αρελθὼν εἰς τὴν ἐκκ[λησί]αν προ-
ηνέγκα[το λόγους(?) ὑ]πὲρ ὧν οἱ πρόγονοι τ̣[οῦ βασ]ιλέω[ς]
[ἔ]δωκα[ν τῶι δήμωι δωρ]εῶν καὶ ὧν περιε[ποίη]σ̣αν φ[ι]-
[λ]αν[θρώπων ․․․c.9․․․]σ̣οντως τὰ πρὸς [α]ὐτὸν Ι[․]
[․․․․․․․․c.20․․․․․․․․]οντες ἔκ τε τῶν ἄλλων
30 [․․․․c.13․․․․․ εὐεργετη]μάτων εὐχαριστοῦν ἀ-
ξίω[ς ․․․c.9․․․ ἀπελογίσ]ατο δὲ καὶ περὶ τῆς το[ῦ]
βασ[ιλέως εὐνοίας(?) ․․․․c.12․․․․]ι ἐπανορθῶ̣σ̣αι v
τὸν δῆ[μ]ον Ι[․․․․․․c.16․․․․․․]ήσατο κατὰ τὴν πό-
λιν συνανασ̣[τρεφ․․․c.10․․․] ἐμ πᾶσιν ἀξίως ἀνε-
35 στράφη τῆς τ[․․․․c.12․․․․ κ]ρίσεως· [ἐ]ξηγήσατο
δὲ καὶ περὶ ἧς [․․․․․c.14․․․․․]ς εἰσ[ὶ τ]ε̣ῖ πόλε〚ι χ〛ρή-
σιμα ἐκτεν[ῶς ․․․c.11․․․․]· ὅπως [ἂν οὖν] 〚καὶ ὁ〛 δῆμ[ος]
φαίνηται τι[μῶν τοὺς ἀγαθοὺς] ἄνδρας, v ἀγ[αθ]εῖ τύ[χει δε]-
δόχθαι τεῖ [βουλεῖ τοὺς λαχ]όντας προέδρους εἰς [τὴν ἐ]-
40 πιοῦσ[α]ν ἐ[κκλησίαν χρημ]ατίσαι περὶ τούτων γνώ-
μην δ[ὲ ξυμβάλλεσθαι τῆς] βουλῆς εἰς τὸν δῆμον ὅτ[ι]
δοκε[ῖ τεῖ βουλεῖ ἐπαινέσαι ․η]νόδωρον Εὐμένου Τρινε-
με[έα ἐπὶ τεῖ πρ]οαιρ[έσει καὶ στ]εφανῶσαι̣ [χρυ]σῶι στεφάνω[ι]
[ἀρετῆς ἕνεκ]εν καὶ εὐ[νοίας ἣ]ν̣ ἔχων [διατελ]εῖ πρὸς τὸν
45 [δῆμον τὸν Ἀθη]ν̣αίων v σ[τῆσαι δ]ὲ̣ αὐ[τοῦ καὶ εἰκ]όνα χαλκῆ[ν]
[ἐν ἀγορᾶι πα]ρ̣ὰ τὴν εἰκόν̣[α τοῦ βασιλέως Ἀντ]ιόχο[υ· ἐπι]-
[μεληθῆναι δὲ τ]οὺς στρ[ατηγοὺ]ς ․3-4] ἵνα ἀναγορευθῆι ὁ στ[έ]-
[φανος καὶ ἡ ε]ἰκὼν ἐν τ[οῖς ἀγῶσ]ι πᾶσιν οἷς τίθησιν ἡ πόλις·
[εἶναι δὲ αὐτ]ῶι καὶ σίτησ[ιν ἐμ πρ]υτανείωι αἰτησαμένωι κ[α]-
50 [τὰ τοὺς νό]μους· τὸ δὲ ψήφισ[μ]α τόδε ἀναγράψαι τὸν γραμ-
[ματέα τὸν] κατὰ πρυτανείαν̣ [εἰ]ς στήλην λιθίνην καὶ ἀνα-
[θεῖναι παρὰ] τ̣ὴν εἰκόνα· τὸ δὲ γ[εν]όμενον ἀνάλωμα δοῦνα[ι]
[εἰς αὐτὸ τὸν τα]μίαν τῶν στ̣[ρ〚ατ]ιωτικ〛ῶν. {²vacat}²
                  {²vacat}²
Search Help
Contact Us