[ ]
Att. — Athens: Agora — non-stoich. 52-56 — c. 180 a. — Hesp. 11.1942.265,51 — REG 57.1944.200,78 — SEG 42.116
1 | [․․․․․․․c.18․․․․․․․κ]λέους εἶπεν· ἐπειδὴ ἡ ἱέρεια τῶν Θεσμοφό- |
[ρων προκεκριμένη ὑπὸ τῶν] δημοτῶν, Σατύρα Κρατέου Μελιτέως γυν[ή], | |
[ἔθυσεν ὑπὲρ τῶν δημοτῶν καλῶ]ς καὶ εὐσεβῶς πάσας τὰς καθηκούσας | |
[θυσίας ἃς οἱ νόμοι προσέταττ]ον, ἐπεσκεύακεν δὲ καὶ τοὺς ναοὺς πά[ν]- | |
5 | [τας τοὺς ἐν τῶι Ἐλευσινίωι, ἐπε]σκεύακεν δὲ καὶ π̣ά̣[ν]τ̣α ἐν τῶι τοῦ Πλ[ού]- |
[τωνος ἱερῶι, προσανήλωκεν δὲ καὶ] ἐκ τῶν ἰδίων ὑπὲρ τὰς ἑκατὸν δρα- | |
[χμὰς εἰς τὰς θυσίας τὰς γιγνομένα]ς κατ’ ἐνιαυτόν, ἀγαθεῖ τύχει· δεδό- | |
[χθαι τοῖς Μελιτεῦσι, ἐπαινέσαι τὴν ἱ]έρειαν τῶν Θ[ε]σμοφόρων Σατύρα<ν> | |
[Κρατέου Μελιτέως γυναῖκα καὶ στε]φ[α]ν̣ῶσαι αὐτὴν μυρρίνης στεφά- | |
10 | [νωι εὐνοίας ἕνεκα καὶ εὐσεβείας τῆς εἰς τὰ]ς θεὰς καὶ τὸν δῆμον τὸν |
[Μελιτέων, δοῦναι δὲ αὐτῆι καὶ εἰκόνος ἀ]νάθεσιν ἐν πίνακι, καθάπε<ρ> | |
[δέδοται καὶ ἄλλαις ἱερείαις ἐν τῶι ναῶι] τῆς Δήμητρος καὶ τῆς Κόρη[ς]. | |
[ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν ταμίαν] τῶν δημοτῶν ἐν στήλει λ[ι]- | |
[θίνει καὶ στῆσαι πρὸς τῶι Ἐλευσινίωι· τὸ δὲ] ἀνάλωμα εἰς ταῦτα με[ρί]- | |
15 | [σαι ἐκ τῆς κοινῆς διοικήσεως]. |