[ ]
Att. — Athens: Agora — non-stoich. c. 48-56 — 196/5 a. — Hesp. 5.1936.419,15 — C & M 42.1991.124 — SEG 25.112; 41.59
See also:
1 | ἐπὶ Χαρικλέους ἄρχοντος ἐπὶ τῆς Αἰγεῖδος ἐνάτης πρυτανείας ἧι vv |
Αἰσχρίων Εὐαινέτου Ῥαμνούσιος ἐγραμμάτευεν· δήμου ψηφίσματα· | |
Ἐλαφηβολιῶνος τρίτει ἐπὶ δέκα, {κατὰ θεὸν δὲ} ὀγδόει καὶ εἰκοστεῖ | |
τῆς πρυτανείας· ἐκκλησία κυρία ἐμ Πειραιεῖ· τῶν προέδρων ἐπεψή- | |
5 | φιζεν Ἀντίπατρος Ποτάμωνος Λαμπτρεὺς καὶ συμπρόεδροι vvv |
ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· | |
Σώδαμος Τιμασιθέου ἐξ Οἴου εἶπεν· v ἐπειδὴ Κηφισόδωρος ἐκτενὴν | |
προσενηνεγμένος τὴν πρὸς τὸν δῆμον εὔνοιαν ἐμ παντὶ καιρῶι | |
καὶ πεπολιτευμένος μὲν πρὸς τὰ τριάκοντα ἔτη καθαρῶς καὶ ἀδωρο- | |
10 | δοκήτως οὐθένα δὲ οὔτε πόνον οὔτε κίνδυνον ἐκκεκλικὼς ἕνεκεν |
τοῦ κοινοῦ συμφέροντος, v καὶ τάς τε ἄλλας λειτουργίας ὑπομεμενη- | |
κὼς πάσας ἐφ’ ἃς αὐτὸν κατέστησεν ὁ δῆμος v γεγονὼς δὲ καὶ ταμίας | |
στρατιωτικῶν καλῶς καὶ φιλοδόξως καὶ τὴν τῶν σιτωνικῶν vvv | |
ταμιείαν συνδιεξηχὼς τρίτος ἔν τε τῶι ἐπὶ Ἀπολλοδώρου καὶ | |
15 | Προξενίδου ἐνιαυτῶι, v τεθηκὼς δὲ καὶ νόμους συμφέροντας |
ἐφ’ ὁμονοίαι πάντων Ἀθηναίων, v καὶ πόρους χρημάτων ἴσους καὶ | |
δικαίους συμβεβουλευκώς, v εἰσηγημένος δὲ καὶ δι’ οὗ τρόπου vv | |
τούς τε ὄντας φίλους ὁ δῆμος διατηρήσει βεβαίους ἐν τεῖ πίστε[ι] | |
μένοντας καὶ ἑτέρους προσκτήσεται, v καὶ τὰς γινομένας ἐπιβου̣- | |
20 | λὰς ὑπὸ τῶν ἔξωθεν προεωραμένος καὶ ἀντιστῆνα[ι] πρ[οσ]τ̣εταγ- |
μένος, v καὶ συμμαχίας συμβεβουλευκὼς καλὰς καὶ [συν]ενηνο- | |
χείας τῶι δήμωι, v καὶ πρεσβείας πεπρεσβευκὼς ὑπὲρ [τῶν] μεγί- | |
στων εἰς σωτηρίαν ταῖς πόλεσιν καὶ τῆι χώραι, v καὶ χρήματα ἠχὼς | |
καὶ σῖτον καὶ ἄλλας δωρεὰς οὐκ ὀλίγας, v εἰσενηνοχὼς δὲ καὶ ψη- | |
25 | φίσματα πολλὰ καὶ χρήσιμα καὶ δόξαν ἔχοντα καὶ πρᾶξιν καὶ εὐ- |
σχημοσύνην τῶι δήμωι, v καὶ διαμεμενηκὼς ἐπὶ τῆς αὐτῆς | |
αἱρέσεως ἅπαντα τὸν χρόνον μισοπονήρως, vv καὶ διὰ τὴν συνέ- | |
χειαν τῶν πραττομένων καὶ ἐπινοουμένων μάλιστα αἴτιος γεγο- | |
νὼς μετὰ τῆς τῶν θεῶν εὐμενείας τοῦ διατηρῆσαι τὸν δῆμον | |
30 | [τ]ὴν αὐτονομίαν, v οὐκ ὀλίγοις δὲ καὶ τῶν ἄλλων Ἑλλήνων περιπε- |
[ποηκέ]ν̣αι τὰ μέγιστα τῶν ἀγαθῶν, vv καὶ διὰ ταῦτα πάντα δίκαι- | |
[ον ἀποφαί]νων ἑαυτὸν τυχεῖν τιμῆς κατὰ τὸν νόμον, vv αἰτεῖ%⁸⁰%⁸⁰- | |
[ται νῦν δοῦν]αι ἑαυτοῦ τὸν δῆμον εἰκόνα χαλκῆν ἐν ἀγορᾶι καὶ | |
[ἄλλην ἐμ Πειραιε]ῖ ἐν τῶι ἐμπορίωι καὶ σίτησιν ἑαυτῶι ἐν πρυ- | |
35 | [τανείωι καὶ ἐγγόνων ἀ]εὶ τῶι πρεσβυτάτωι καὶ προεδρίαν ἐν πᾶσι |
[τοῖς ἀγῶσιν οἷς ἡ πόλις τί]θησιν, vv καὶ τὴν αἴτησιν δέδωκεν πρὸς | |
[τὴν βουλὴν καὶ τὸν δῆμον] κατὰ μέρος τῶν πεπραγμένων vvvvvv | |
[ὅπως ἂν οὖν ὁ δῆμος φαίνη]ται τιμῶν τοὺς ἀγαθοὺς ἄνδρας καὶ | |
[ὅπως ἂν εἰδῶσιν καὶ οἱ ἄλλοι ζη]λωταὶ τῆς τοιαύτης αἱρέσεως ὅτι | |
40 | [ἀεὶ παρὰ τοῦ δήμου τοῦ Ἀθηναί]ων τῆς προσηκούσης τυγχάνου- |
[σιν τιμῆς, vvvvvv ἀγαθεῖ τύχει δε]δόχθαι τεῖ βουλεῖ τοὺς προέ%⁸⁰- | |
[δρους οἵτινες ἂν λάχωσιν προεδρεύειν εἰς τ]ὴν κυρίαν ἐκκλ[ησίαν] | |
[τὴν ἐπὶ τῆς Αἰγεῖδος πρυτανείας χρηματίσαι π]ερὶ τού[των κα]- | |
[τὰ τὸν νόμον, γνώμην δὲ ξ]υμ[βάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι] | |
45 | [δοκεῖ τεῖ βουλεῖ] ἐπαινέσ[αι Κηφισόδωρον — — — — — — — — — — —] |
[καὶ στεφανῶσα]ι χρυσῶι [στεφάνωι κατὰ τὸν νόμον ἀρετῆς ἕνεκεν] | |
[καὶ εὐνοίας ἣν ἔχω]ν διατελ[εῖ πρὸς τὸν δῆμον τ]ὸ̣[ν Ἀθηναίων· v ἀνειπεῖν] | |
[δὲ τὸν στέφανο]ν τοῦτον [Διονυσίων τε τῶν ἐν] ἄσ[τει καινοῖς τραγωι]- | |
[δοῖς καὶ Παναθ]ηναίων κ̣[αὶ Ἐλευσινίων κα]ὶ Πτολ[εμαίων τοῖς γυμνι]- | |
50 | [κοῖς ἀγῶσιν· v]vv τῆς δὲ [ποιήσεως τοῦ] στεφάνο[υ καὶ τῆς ἀναγο]- |
[ρεύσεως ἐπιμελ]ηθῆναι τοὺς [στρατηγοὺ]ς καὶ τὸν τα[μίαν τῶν στρα]- | |
[τιωτικῶν· vvv] στῆσαι δὲ [αὐτοῦ κα]ὶ εἰκόνα χαλκῆ[ν ἐν ἀγορᾶι καὶ] | |
[ἄλλην ἐμ Πειραι]εῖ ἐν τῶ[ι ἐμπορίω]ι· vv εἶναι δὲ αὐτῶ[ι καὶ σίτησιν] | |
[ἐν πρυτανείωι κα]ὶ ἐγ[γόνων ἀ]εὶ τῶι πρεσβυτάτωι [καὶ προεδρίαν] | |
55 | [ἐν πᾶσι τοῖς ἀγῶσιν οἷς ἡ πόλις] τίθησιν· vv τοὺς [δ]ὲ θεσ[μοθέτας εἰσα]- |
[γαγεῖν τὴν δοκιμασίαν αὐτῶι ὅ]ταν ἐξέλθωσιν [αἱ] ἐκ τ[οῦ νόμου ἡμέραι] | |
[τῆς αἰτήσεως — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |