[ ] Att. — Athens: Agora — non-stoich. c. 50 — 224/3-222/1 — Hesp 6.448,3 — Hesp. 13.1944.251 — SEG 25.108
See also:
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
1 [τ]οὺς δὲ ἥ̣κο[ντας πρεσβευτὰς παρ’ Ἐφεσίων παρελθόντας ἀναγορεύ]-
[ε]ιν, ἐπειδὰν ὁ γυμν[ικὸς ἀγὼν γένηται, ὅτι ὁ δῆμος ὁ Ἐφεσίων στε]-
φανοῖ χρυσῶι στεφάνωι [τὸν δῆμον τὸν Ἀθηναίων κατὰ τὸν νόμον εὐσε]-
[β]είας ἕνεκα τῆς πρὸς τοὺς [θεοὺς καὶ εὐνοίας τῆς εἰς τὴν βουλὴν]
5 [κ]αὶ τὸν δῆμον τὸν Ἐφεσίων· [τούτοις δὲ τὸν δῆμον χειροτονῆσαι]
[θ]εωροδόκον ἐξ Ἀθηναίων ἁπάντ[ων· ἐπαινέσαι δὲ τὸν δῆμον τὸν]
[Ἐφ]εσίων καὶ στεφαν[ῶ]σαι χρυσῶι στεφάνωι [κατὰ τὸν νόμον εὐσεβεί]-
[α]ς ἕνεκα τῆς πρὸς τοὺς θεοὺς καὶ εὐνοίας τῆς εἰς τ[ὸν δῆμον τὸν Ἀθη]-
ναίων καὶ τὸν βασιλέα Πτολεμαῖον, καὶ ἀνειπεῖν τὸν [στέφανον]
10 τοῦτον Διονυσίων τῶν ἐν ἄστει καινοῖς τραγωιδοῖς καὶ Πανα[θη]-
ναί[ω]ν καὶ Ἐλευσινίων καὶ Πτολεμαίων τοῖς γυμνικοῖς ἀγῶσιν·
[τῆς δὲ] ποιήσεως τοῦ στεφάνου καὶ τῆς ἀναγορεύσεως ἐπιμελ[η]-
[θῆναι] τοὺς στρατηγοὺς κα[ὶ τὸ]ν ταμίαν τῶν στρατιωτικῶν· vvv
[ἐπαιν]έσαι δὲ καὶ τοὺς παραγεγονότας πρεσβευτὰς παρ’ Ἐφεσίων
15 [καὶ στ]εφανῶσαι ἕκαστον αὐτῶν θαλλοῦ στεφάνωι Δ<ι>ον<υ>σικλῆν
[Διονυ]σικλέους, v Νικοφῶντα Χαριδήμου, v [Πάν]ταινον Τεισιδήμου·
[καλ]έ̣σαι δὲ αὐτοὺς καὶ ἐπὶ δεῖπνον εἰς τὸ πρυτανεῖον εἰς αὔριον·
[ἀνα]γράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτανεί-
[αν] ἐν στήλει λιθίνει καὶ στῆσαι ἐν ἀγορᾶι παρὰ τὸμ βωμὸν τῆς Ἀρτέμι̣-
20 [δ]ος τῆς Βουλαίας· εἰς δὲ τὴν ἀναγραφὴν καὶ τὴν ἀνάθεσιν τῆς στή%⁸⁰-
λης μερίσαι τὸν ταμίαν τῶν στρατιωτικῶν καὶ τοὺς ἐπὶ τεῖ διοική-
σει τὸ γενόμενον ἀνάλωμα.     {²vacat}²
                         {²vacat}²
Θεωροδόκος κεχειροτόνηται Πρ[α]ξι[τέ]λης Τιμάρχου Εἰρεσίδης.
crown 1.24 ἡ βουλὴ
25 ὁ δῆμος
[τὸν δ]ῆμον τὸν
[Ἐφε]σίων.
crown 2.28 [ἡ βουλὴ]
[ὁ δῆμος]
30 [Διονυσικλῆν]
[Διονυσικλέους].
crown 3.28 [ἡ βουλὴ]
[ὁ δῆμος]
30 [Νικοφῶντα]
[Χαριδήμου]
crown 4.28 [ἡ β]ουλὴ
[ὁ] δῆμος
30 Π̣ά̣νταιν[ον]
Τ[ει]σιδή̣[μου].
Search Help
Contact Us