[ ]
Att. — Athens: Agora — non-stoich. c. 36 — 226/5 a. — IG 12 Supp.200,2 — Hesp 4.1935.525,39; Moretti I.60,28 — SEG 25.106
See also:
1 | θεοί. |
ἐπὶ Ἐργοχάρου ἄρχοντος ἐπὶ τῆς Ἱπποθων- | |
τίδος τρίτης πρυτανείας ἧι Ζωίλος Διφί- | |
λου Ἀλωπεκῆθεν ἐγραμμάτευεν· Μεταγειτνι- | |
5 | ῶνος δευτέραι μετ’ εἰκάδας, ἑβδόμει καὶ εἰ- |
κοστεῖ τῆς πρυτανείας· ἐκκλησία ἐν τῶι θεά- | |
τρωι· τῶν προέδρων ἐπεψήφιζεν Σπουδίας Μέ- | |
μνωνος Ἀφιδναῖος καὶ συμπρόεδροι· {²vacat}² | |
ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· | |
10 | Θούκριτος Ἀλκιμάχου Μυρρινούσιος εἶπεν· ἐ- |
πειδὴ Πρύτανις εὔνους ὢν τῶι δήμωι καὶ πολ- | |
λάκις τὴν ἀπόδειξιν αὐτοῦ καὶ πρότερον πεπο- | |
ημέν<η>ν ἀποφηναμένων τῶν στρατηγῶν, παρα̣- | |
κληθεὶς ὑπὸ τοῦ δήμου καὶ δοὺς ἑαυτὸν ἀπροφ[α]- | |
15 | σίστως εἰς τὴν κοινὴν χρείαν τῆς πόλεως ἀπ[ε]- |
δήμησεν 〚․․․․․․․․․c.22․․․․․․․․․〛 οὔτε πό- | |
νον οὔτε κίνδυνον ὑπολογισάμενος οὐθένα | |
τῶν ἐσομένων οὔτε δαπάνης οὐδεμίας φροντί- | |
σας, καὶ παραγενόμενος 〚․․․c.9․․․〛 κα[ὶ] διαλε̣- | |
20 | χθεὶς ὑπὲρ τῶν κοινεῖ v χρησίμων μετ[ὰ] παρ<ρ>η- |
σίας ὡς ἂν ὑπὲρ ἰδία<ς πατρ>ίδο〚ς τὴν πᾶσαν σπου〛- | |
δὴν ποι<ο>ύμενος ἀπήγγελκεν τῶι δήμωι περ[ὶ] τού- | |
των ἐν οὐθενὶ καιρῶι προθυμίας οὐθὲν ἐν[λ]ελοι- | |
π<ώς π>οτ’ οὐδὲ τῶν καθηκόντων εἰς τὴν τοῦ δήμου | |
25 | χρείαν παραλείπων, ὅπως ἂν οὖν ὁ δῆμος ἐμ π̣α̣ν- |
τὶ καιρῶι μεμνημένος φαίνηται τῶν ἐκτενῶς | |
τὰς χρείας αὐτῶι παρεσχημένων, vv ἀγαθεῖ τύ- | |
χει δεδόχθαι τῆι βουλῆι τοὺς λαχόντας προ- | |
έδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματί- | |
30 | σαι περὶ τούτων, γνώμην δὲ ξυμβάλλεσθαι τῆς |
βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τῆι βουλῆι vv | |
ἐπαινέσαι Πρύτανιν Ἀστυλείδου Καρύστιον | |
καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι κατὰ | |
τὸν νόμον εὐνοίας ἕνεκα καὶ φιλοτιμίας ἣν ἔ- | |
35 | χων διατελεῖ περὶ τὴν βουλὴν καὶ τὸν δῆμον |
τὸν Ἀθηναίων, καὶ ἀνειπεῖν τὸν στέφανον τοῦ- | |
τον Διονυσίων τῶν ἐν ἄστει τραγωιδοῖ[ς] τῶι | |
καινῶι ἀγῶνι καὶ Παναθηναίων τῶι γυμνικῶι· | |
τῆς δὲ ποήσεως τοῦ στεφάνου καὶ τῆς ἀναγο%⁸⁰%⁸⁰- | |
40 | ρεύσεως ἐπιμεληθῆναι τοὺ[ς] στρατηγοὺς καὶ |
〚ι〛 τὸν ταμίαν τῶν στρατιωτικῶν· εἶναι δὲ αὐτῶι | |
διατηροῦντι τὴν αἵρεσιν εὑρέσθαι παρὰ τοῦ | |
δήμου καὶ ἄλλο ἀγαθὸν ὅτου ἂν δοκῆι ἄξιος εἶναι· | |
καλέσαι δὲ αὐτὸν καὶ ἐπὶ δεῖπνον εἰς τὸ πρυτα- | |
45 | νεῖον εἰς αὔριον· ἀναγράψαι δὲ τόδε τὸ ψήφισ- |
μα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν ἐν στή- | |
ληι λιθίνηι καὶ στῆσαι ἐν ἀγορᾶι· τὸ δὲ ἀνάλω- | |
μα τὸ γενόμενον εἰς τὴν ἀνάθεσιν καὶ τὴν ἀνα- | |
γραφὴν τῆς στήλης μερίσαι τὸν ταμί〚— — — —〛 | |
50 | αν τῶν στρατιωτικῶν. {²vacat}² |
corona.52 | ἡ βουλὴ |
ὁ δῆμος | |
Πρύτανιν. |