[ ] Att. — Athens: Agora — non-stoich. c. 36 — 226/5 a. — IG 12 Supp.200,2 — Hesp 4.1935.525,39; Moretti I.60,28 — SEG 25.106
See also:
1 θεοί.
ἐπὶ Ἐργοχάρου ἄρχοντος ἐπὶ τῆς Ἱπποθων-
τίδος τρίτης πρυτανείας ἧι Ζωίλος Διφί-
λου Ἀλωπεκῆθεν ἐγραμμάτευεν· Μεταγειτνι-
5 ῶνος δευτέραι μετ’ εἰκάδας, ἑβδόμει καὶ εἰ-
κοστεῖ τῆς πρυτανείας· ἐκκλησία ἐν τῶι θεά-
τρωι· τῶν προέδρων ἐπεψήφιζεν Σπουδίας Μέ-
μνωνος Ἀφιδναῖος καὶ συμπρόεδροι· {²vacat}²
     ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι·
10 Θούκριτος Ἀλκιμάχου Μυρρινούσιος εἶπεν· ἐ-
πειδὴ Πρύτανις εὔνους ὢν τῶι δήμωι καὶ πολ-
λάκις τὴν ἀπόδειξιν αὐτοῦ καὶ πρότερον πεπο-
ημέν<η>ν ἀποφηναμένων τῶν στρατηγῶν, παρα̣-
κληθεὶς ὑπὸ τοῦ δήμου καὶ δοὺς ἑαυτὸν ἀπροφ[α]-
15 σίστως εἰς τὴν κοινὴν χρείαν τῆς πόλεως ἀπ[ε]-
δήμησεν 〚․․․․․․․․․c.22․․․․․․․․․〛  οὔτε πό-
νον οὔτε κίνδυνον ὑπολογισάμενος οὐθένα
τῶν ἐσομένων οὔτε δαπάνης οὐδεμίας φροντί-
σας, καὶ παραγενόμενος 〚․․․c.9․․․〛 κα[ὶ] διαλε̣-
20 χθεὶς ὑπὲρ τῶν κοινεῖ v χρησίμων μετ[ὰ] παρ<ρ>η-
σίας ὡς ἂν ὑπὲρ ἰδία<ς πατρ>ίδο〚ς τὴν πᾶσαν σπου〛-
δὴν ποι<ο>ύμενος ἀπήγγελκεν τῶι δήμωι περ[ὶ] τού-
των ἐν οὐθενὶ καιρῶι προθυμίας οὐθὲν ἐν[λ]ελοι-
π<ώς π>οτ’ οὐδὲ τῶν καθηκόντων εἰς τὴν τοῦ δήμου
25 χρείαν παραλείπων, ὅπως ἂν οὖν ὁ δῆμος ἐμ π̣α̣ν-
τὶ καιρῶι μεμνημένος φαίνηται τῶν ἐκτενῶς
τὰς χρείας αὐτῶι παρεσχημένων, vv ἀγαθεῖ τύ-
χει δεδόχθαι τῆι βουλῆι τοὺς λαχόντας προ-
E/DROUS EI)S TH\N E)PIOU=SAN E)KKLHSI/AN XRHMATI/-
30 σαι περὶ τούτων, γνώμην δὲ ξυμβάλλεσθαι τῆς
βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τῆι βουλῆι vv
ἐπαινέσαι Πρύτανιν Ἀστυλείδου Καρύστιον
καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι κατὰ
τὸν νόμον εὐνοίας ἕνεκα καὶ φιλοτιμίας ἣν ἔ-
35 χων διατελεῖ περὶ τὴν βουλὴν καὶ τὸν δῆμον
τὸν Ἀθηναίων, καὶ ἀνειπεῖν τὸν στέφανον τοῦ-
τον Διονυσίων τῶν ἐν ἄστει τραγωιδοῖ[ς] τῶι
καινῶι ἀγῶνι καὶ Παναθηναίων τῶι γυμνικῶι·
τῆς δὲ ποήσεως τοῦ στεφάνου καὶ τῆς ἀναγο%⁸⁰%⁸⁰-
40 ρεύσεως ἐπιμεληθῆναι τοὺ[ς] στρατηγοὺς καὶ
〚ι〛 τὸν ταμίαν τῶν στρατιωτικῶν· εἶναι δὲ αὐτῶι
διατηροῦντι τὴν αἵρεσιν εὑρέσθαι παρὰ τοῦ
δήμου καὶ ἄλλο ἀγαθὸν ὅτου ἂν δοκῆι ἄξιος εἶναι·
καλέσαι δὲ αὐτὸν καὶ ἐπὶ δεῖπνον εἰς τὸ πρυτα-
45 νεῖον εἰς αὔριον· ἀναγράψαι δὲ τόδε τὸ ψήφισ-
μα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν ἐν στή-
ληι λιθίνηι καὶ στῆσαι ἐν ἀγορᾶι· τὸ δὲ ἀνάλω-
μα τὸ γενόμενον εἰς τὴν ἀνάθεσιν καὶ τὴν ἀνα-
γραφὴν τῆς στήλης μερίσαι τὸν ταμί〚— — — —〛
50 αν τῶν στρατιωτικῶν. {²vacat}²
corona.52 ἡ βουλὴ
ὁ δῆμος
Πρύτανιν.
Search Help
Contact Us