[ ]
Att. — Athens: Agora — 271/270 — Hesp. 23.1954.287,182 — SEG 14.64; 25.94
See also:
1 | [θ]εοί. |
ἐπὶ Πυθαράτου ἄρχοντος ἐπὶ τῆς Ἀντιγονί- | |
δος δευτέρας πρυτανείας ἧι Ἰσήγορος Ἰσοκρά- | |
του Κεφαλῆθεν ἐγραμμάτευεν· Μεταγειτνιῶ- | |
5 | νος ἐνάτει ἱσταμένου, ἑβδόμει τῆς πρυτανεί- |
ας· ἐκκλησία κυρία· τῶν προέδρων ἐπεψήφιζεν Αἰ- | |
[σ]χίνης Νικομάχου Ἀναφλύστιος καὶ συμπρόε- | |
[δρ]οι· ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Εὔβουλος | |
[Λυσ]ιδήμου Μελιτεὺς εἶπεν· ἐπειδὴ οἱ ταξίαρχοι | |
10 | [οἱ ἐ]πὶ Λυσιθείδου ἄρχοντος τάς τε θυσίας ὅσας |
[ἔδε]ι αὐτοὺς θῦσαι μετὰ τῶν στρατηγῶν τεθύκασιν | |
ἁπάσας ἐκ τῶν ἰδίων ὑπὲρ τῆς βουλῆς καὶ τοῦ δή- | |
μου, ἐπεμελήθησαν δὲ καὶ τῆς φυλῆς τῆς ἑαυτοῦ | |
ἕκαστος ὅπως ἂν ὡς βέλτιστα τοῖς ὅπλοις κατε- | |
15 | σκευασμένοι εἴς τε τὰς φυλακὰς καὶ τὰς ἐφε- |
δρείας καὶ τοὺς ἐξετασμοὺς πορεύωνται, διε- | |
τέλεσαν δὲ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν πειθαρ- | |
χοῦντες τοῖς στρατηγοῖς ἀκολούθως τοῖς νό- | |
μοις, ὅπως ἂν οὖν καὶ ἡ βουλὴ καὶ ὁ δῆμος φαίνη- | |
20 | ται τιμῶν τοὺς χρείας αὐτῶι παρεχομένους, |
τύχει ἀγαθεῖ δεδόχθαι τεῖ βουλεῖ τοὺς προέ- | |
δρους οἵτινες ἂν λάχωσι προεδρεύειν ἐν τῶι | |
δήμωι εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματί- | |
σαι περὶ τούτων, γ<ν>ώμην δὲ ξυμβάλλεσθαι | |
25 | [τ]ῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ |
[ἐ]παινέσαι τοὺς ταξιάρχους τοὺς ἐπὶ Λυσιθεί- | |
[δ]ου ἄρχοντος καὶ στεφανῶσαι ἕκαστον αὐ- | |
τῶν χρυσῶι στεφάνωι κατὰ τὸν νόμον ἀρετῆς | |
ἕνεκα καὶ φιλοτιμίας τῆς εἰς τὴν βουλὴν καὶ | |
30 | τὸν δῆμον τὸν Ἀθηναίων· εἶναι δὲ αὐτοῖς καὶ προ- |
<ε>δρίαν ἐμ πᾶσι τοῖς ἀγῶσιν οἷς ἡ πόλις τίθησιν· | |
ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμ- | |
ματέα τὸν κατὰ πρυτανείαν ἐν στήλει λιθίνει | |
καὶ τὰ ὀνόματα τῶν ταξιάρχων, καὶ στῆσαι ἔμ- | |
35 | προσθεν τοῦ στρατηγίου· εἰς δὲ τὴν ἀναγρα- |
φὴν μερίσαι τοὺς ἐπὶ τεῖ διοικήσει ∶Δ∶ δραχμάς. | |
〚[Ἀντιγονίδος]〛 | |
Λυσικράτης Ναυσιφάνου Κυθήρριο(ς) | |
Ἐρεχθεῖδος | |
40 | [Φ]ιλίσκος Μοσχίωνος Θημακεύς |
Πανδιονίδος | |
Δημόστρατος Ἀριστοφάνου Παιανιεύ(ς) | |
Λεωντίδος | |
[Φι]λόθεος Διοδότου Σουνιεύς | |
45 | Ἀκαμαντίδος |
[․c.6․․] Χαρισάνδρου Κικυννεύς | |
[Ο]ἰνεῖδος | |
[․․c.8․․․]ος Κόνωνος Ὀῆθεν | |
[Κεκροπ]ίδος | |
50 | [․․․c.11․․․․]κ]λέους Φλυεύς |
[Ἱπποθωντί]δος | |
[․․․․․c.15․․․․․․]του Ἐλευσίνιος | |
[Αἰαντίδος] | |
[․․․․․․․c.18․․․․․․․ Ἀ]φιδναῖος | |
55 | [Ἀντιοχίδος] |
[․․․․․․․․c.20․․․․․․․․ Ἀλ]ωπεκ(ῆθεν). | |
{²vacat}² |