[ ]
Att. — Athens: Agora — stoich. 32-34 — 281/80 a. — Hesp. 4.1935.562,40 — Hesp. 23.1954.291 — SEG 25.90
See also:
1 | ἄρχων Οὐρίας· ἐπὶ τῆς Αἰαντίδο[ς δ]ε̣υ[τ]έρ- |
ας πρυτανείας ἧι Εὔξενος Καλλί[ου] Αἰξω- | |
νεὺς ἐγραμμάτευεν· Μεταγειτνιῶνος δε- | |
υτέραι μετ’ εἰκάδας, ὀγδόει καὶ ε[ἰκο]στε- | |
5 | ῖ τῆς πρυτανείας· ἐκκλησία· τῶν προέδρω- |
ν ἐπεψήφιζεν Διοκλῆς Ἰσχυρίου Πτελεά- | |
σιος καὶ συμπρόεδροι· ἔδοξεν τε[ῖ β]ουλε- | |
ῖ καὶ τῶι δήμωι· Λέων Κιχησίου Αἰξωνεὺς | |
εἶπεν· περὶ ὧν λέγουσιν οἱ ἀποσταλέντε- | |
10 | ς τ<ῶ>ν ταξιάρχων εἰς τὰ Βασίλεια ὑπὲρ τῆ- |
ς θυσίας ἧς ἔθυσαν, ἀγαθεῖ τύχει δεδόχθ- | |
αι τεῖ βουλεῖ τοὺς προέδρους οἳ ἂν λάχω- | |
σιν προεδρεύειν ἐν τῶι δήμωι εἰς τὴν πρ- | |
ώτην ἐκκλησίαν π[ρ]οσαγαγεῖν αὐτοὺς κα- | |
15 | ὶ χρηματίσαι, γνώμην δὲ ξυμβάλλε[σ]θαι τ- |
ῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ [τεῖ] βο- | |
υλεῖ τὰ μὲν ἀγαθὰ δέχεσθαι ἅ̣ [φ]α̣σ̣[ιν] γ̣ε̣γ̣ο̣- | |
νέναι ἐν τοῖς ἱεροῖς ἐφ’ ὑγιείαι καὶ σωτ- | |
ηρίαι τῆς βουλῆς καὶ τοῦ δήμου, ἐπαινέσ- | |
20 | αι δὲ τοὺς ταξιάρχους τοὺς ἀποσταλέντ- |
ας εἰς [Β]οιωτοὺς Δεινόστρατον Δεινίδ%⁸⁰- | |
ου Χολλείδην, Εὐκλείδην Λυσιστράτου Π- | |
ειραιέα, Αὐτί[αν] Αὐτοκλέους Ἀχαρνέα, vv | |
Ἅβρωνα Ἐπιγέ̣νου Ἁλαιέα, v Ἀριστόδη[μο]ν̣ | |
25 | Ἀριστοφῶντος Στειριέα, Θεόφαντον Νι[κ]ο- |
στράτου Γαργήττιον φιλοτιμίας ἕνεκα v | |
τῆς πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον· ἀναγρά- | |
ψαι δὲ 〚τόδε〛 τόδε τὸ ψήφισμα τὸν γραμματέ- | |
α τὸν κατὰ πρυτανείαν ἐν στήληι λιθίνει | |
30 | καὶ στῆσαι πρὸς τῶι στρατηγίωι· εἰς δὲ τὴν |
ἀναγραφὴν τῆς στήλης μερίσαι τοὺς ἐπὶ vv | |
τῆι διοικήσει Δ δραχμάς. {²vacat}² |