[ ] Att. — Athens: Agora — stoich. 32-34 — 281/80 a. — Hesp. 4.1935.562,40 — Hesp. 23.1954.291 — SEG 25.90
See also:
1 ἄρχων Οὐρίας· ἐπὶ τῆς Αἰαντίδο[ς δ]ε̣υ[τ]έρ-
ας πρυτανείας ἧι Εὔξενος Καλλί[ου] Αἰξω-
νεὺς ἐγραμμάτευεν· Μεταγειτνιῶνος δε-
υτέραι μετ’ εἰκάδας, ὀγδόει καὶ ε[ἰκο]στε-
5 ῖ τῆς πρυτανείας· ἐκκλησία· τῶν προέδρω-
ν ἐπεψήφιζεν Διοκλῆς Ἰσχυρίου Πτελεά-
σιος καὶ συμπρόεδροι· ἔδοξεν τε[ῖ β]ουλε-
ῖ καὶ τῶι δήμωι· Λέων Κιχησίου Αἰξωνεὺς
εἶπεν· περὶ ὧν λέγουσιν οἱ ἀποσταλέντε-
10 ς τ<ῶ>ν ταξιάρχων εἰς τὰ Βασίλεια ὑπὲρ τῆ-
ς θυσίας ἧς ἔθυσαν, ἀγαθεῖ τύχει δεδόχθ-
αι τεῖ βουλεῖ τοὺς προέδρους οἳ ἂν λάχω-
σιν προεδρεύειν ἐν τῶι δήμωι εἰς τὴν πρ-
ώτην ἐκκλησίαν π[ρ]οσαγαγεῖν αὐτοὺς κα-
15 ὶ χρηματίσαι, γνώμην δὲ ξυμβάλλε[σ]θαι τ-
ῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ [τεῖ] βο-
υλεῖ τὰ μὲν ἀγαθὰ δέχεσθαι ἅ̣ [φ]α̣σ̣[ιν] γ̣ε̣γ̣ο̣-
νέναι ἐν τοῖς ἱεροῖς ἐφ’ ὑγιείαι καὶ σωτ-
ηρίαι τῆς βουλῆς καὶ τοῦ δήμου, ἐπαινέσ-
20 αι δὲ τοὺς ταξιάρχους τοὺς ἀποσταλέντ-
ας εἰς [Β]οιωτοὺς Δεινόστρατον Δεινίδ%⁸⁰-
ου Χολλείδην, Εὐκλείδην Λυσιστράτου Π-
EIRAIE/A, *AU)TI/[AN] *AU)TOKLE/OUS *)AXARNE/A, &vv
Ἅβρωνα Ἐπιγέ̣νου Ἁλαιέα, v Ἀριστόδη[μο]ν̣
25 Ἀριστοφῶντος Στειριέα, Θεόφαντον Νι[κ]ο-
στράτου Γαργήττιον φιλοτιμίας ἕνεκα v
τῆς πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον· ἀναγρά-
ψαι δὲ 〚τόδε〛 τόδε τὸ ψήφισμα τὸν γραμματέ-
α τὸν κατὰ πρυτανείαν ἐν στήληι λιθίνει
30 καὶ στῆσαι πρὸς τῶι στρατηγίωι· εἰς δὲ τὴν
ἀναγραφὴν τῆς στήλης μερίσαι τοὺς ἐπὶ vv
τῆι διοικήσει Δ δραχμάς. {²vacat}²
Search Help
Contact Us