[ ]
Att. — Athens: Agora — stoich. 31 — 282/1 — Hesp 7.1938.100,18 — SEG 25.89
See also:
1 | θεοί. |
ἐπὶ Νικίου ἄρχοντος, ἐπὶ τῆς Οἰνηίδος | |
ἑβδόμης πρυτανείας ἧι Θεόφιλος Θεοδ- | |
ότου Ἀχαρνεὺς ἐγραμμάτευεν· Γαμηλιῶ- | |
5 | νος ἐνάτηι ἱσταμένου, τρίτηι καὶ εἰκο- |
στεῖ τῆς πρυτανείας· ἐκκλησία· τῶν προ- | |
έδρων ἐπεψήφιζεν Οἰνοκράτης Οἰνοβί- | |
ου Ἐλε[υ]σίνιος καὶ συνπρόεδροι· vv ἔδο- | |
ξεν τῶι δήμωι· Ἀγύρριος Καλλιμέδοντο- | |
10 | ς Κολλυτεὺς εἶπεν· ἐπειδὴ Εὔθιος ἄρχω- |
ν γενόμενος τάς τε θυσίας ἔθυσεν τοῖς | |
θεοῖς κατὰ τὰ πάτρια καὶ τῆς πομπῆς τῶ- | |
ι Διονύσωι ἐπεμελήθη φιλοτίμως καὶ τ- | |
ἄλλα πάντα ἔπραξεν τὰ περὶ τὴν ἀρχὴν δ- | |
15 | ικαίως πειθόμενος τοῖς τε νόμοις καὶ |
τοῖς ψηφίσμασιν τῆς βουλῆς καὶ τοῦ δή- | |
μου, καὶ διὰ ταῦτα αὐτὸν καὶ πρότερον ὁ | |
δῆμος ἐπήινεσεν καὶ ἐστεφάνωσεν ἐν τ- | |
ῆι ἐκκλησίαι τῆι ἐν Διονύσου, ὅπως ἂν ο- | |
20 | ὖν πᾶσιν φανερὸν ἦι ὅτι ὁ δῆμος καὶ νῦν |
καὶ εἰς τὸν λοιπὸν χρόνον τιμήσει τοὺ- | |
ς δικαίως ἄρχοντας τὰς ἀρχὰς καὶ κατὰ | |
τοὺς νόμους, ἀγαθεῖ τύχει δεδόχθαι τῶ- | |
ι δήμωι ἐπαινέσαι Εὔθιον Ἀντιφῶντος | |
25 | Τειθράσιον φιλοτιμίας ἕνεκα καὶ εὐν- |
οίας ἣν ἔχων διατελεῖ πρὸς τὸν δῆμον, κ- | |
αὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι | |
κατὰ {τα} τὸν νόμον· εἶναι δὲ αὐτῶι καὶ ἄλ- | |
λο ἀγαθὸν εὑρέσθαι παρὰ τοῦ δήμου ὅτο- | |
30 | υ ἂν δοκεῖ ἄξιος εἶναι ὅταν ὁ Πειραιεὺ- |
ς καὶ τὸ ἄστυ ἐν τῶι αὐτῶι γένηται· ἐπαι- | |
[ν]έσαι δὲ καὶ τοὺς παρέδρους αὐτοῦ Μει- | |
δογένην Μείδωνος Ἀθμονέα, Σωκράτην Σ- | |
ωδάμου Παιανιέα, δικαιοσύνης ἕνεκα κ- | |
35 | αὶ φιλοτι<μ>ίας, καὶ στεφανῶσαι ἑκάτερο- |
ν αὐτῶν χρυσῶι στεφάνωι κατὰ τὸν νόμο- | |
ν· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γρα- | |
μματέα τὸν κατὰ πρυτανείαν ἐν στήληι | |
λιθίνει καὶ στῆσαι ἔμπροσθε τοῦ συνε- | |
40 | δρίου· εἰς δὲ τὴν ἀναγραφὴν τῆς στήλης |
μερίσαι τοὺς ἐπὶ τῆι διοικήσει v Δ v δρ- | |
αχμάς. {²vacat}² | |
in corona 1.43 | ὁ δῆμος |
in corona 2.44 | ὁ δῆμος |
45 | ὁ Σαλαμινίων |
in corona 3.44 | οἱ φυλέται |