[ ] Att. — stoich. 43-45 — 363/2
See also:
1                     θεοί.
ἐπὶ Χαρικλείδο ἄρχοντος· Αἰαντὶς ἐπρυτάνευεν, Νικό-
στρατος Παλληνεὺς ἐγραμμάτευε, Φιλίττιος Βοτάδης
ἐπεστάτει· ἔδοξεν τῆι βολῆι καὶ τῶι δήμωι· Ἀριστοφῶν
5 εἶπεν· ἐπειδὴ Ἰουλιῆται, οὓς κατήγαγον Ἀθηναῖοι, ἀπο-
φαίνοσιν ὀφείλοσαν τὴν π[ό]λιν τὴν Ἰολιητῶν τῆι πόλε
τῆι Ἀθηναίων τρία τάλαντα τὰ ἐκ το͂ λογισθέντος ἀργυ-
[ρί]ου κατὰ τὸ ψήφισμα τοῦ δήμο το͂ Ἀθηναίων ὃ Μενέξενο-
ς ε[ἶ]πεν, δεδόχθαι τῶι δήμωι ἀποδο͂ναι Ἰολιήτας Ἀθηνα-
10 ίοις ταῦτα τὰ χρ[ή]ματα ἐν τῶι Σκιροφοριῶνι μηνὶ τῶι ἐ-
πὶ Χαρικλείδο ἄρχοντος· ἐὰν δὲ μὴ ἀποδιδῶσιν ἐν τῶι χ-
ρόνωι τῶι εἰρημένωι, ε[ἰ]σπραξάντων αὐτὸς οἱ ἡιρημέν-
οι ὑπὸ το͂ δήμο εἰσπράτ[τ]εν τὰ ὀφειλόμενα χρήματα παρ-
ὰ τῶν νησιωτῶν τρόπ[ωι] ὅτωι ἂν ἐπίστωνται, συνεισπρα-
15 ττόντων δὲ αὐτοῖς κ[αὶ] οἱ στρατηγοὶ οἱ Ἰουλιητῶν Ἐχέ-
τιμος καὶ Νικόλεω[ς κ]αὶ Σ[ά]τυρος καὶ Γλαύκων καὶ Ἡρακ-
λείδης. ὅπως δ’ [ἂ]ν κ[αὶ] οἱ ὅρκοι καὶ αἱ συνθῆκαι, ἃς συνέθ-
ετο Χαβρίας ὁ στ[ρ]ατηγὸς κα[ὶ] ὤμοσε Κείοις ὑπὲρ Ἀθηνα-
ίων καὶ Κείων ὃς κα[τή]γαγον [Ἀ]θηναῖοι κύριαι ὦσι, ἀναγ-
20 ράψαι τὸς στρατηγ[ὸς] τὸς [Ἰου]λιητῶν, ὃς εἴρηται ἐν τῶι
ψηφίσματι συνεισπράττεν τὰ χρήματα, ἐν στήληι λιθί-
νηι καὶ στῆσαι ἐν τῶι ἱερῶι το͂ Ἀπόλλωνος το͂ Πυθίο, καθ-
άπερ ἐν Καρθαίαι ἀναγεγραμμέναι εἰσί· ἀναγράψαι δὲ
καὶ τὸν γραμματέα τῆς βολῆς ἐς στήληι κατὰ ταὐτὰ καὶ
25 στῆσαι ἐν ἀκροπόλει, εἰς δὲ τὴν ἀναγραφὴν δο͂ναι τὸν τ-
αμίαν το͂ δήμο ΔΔ δραχμὰς ἐκ τῶν κατὰ ψηφίσματα ἀναλι-
σκομένων. ἐπειδὴ δὲ Ἰουλιητῶν οἱ παραβάντες τὸς ὅρκ-
ος καὶ τὰς συνθήκας καὶ πολεμήσαντες ἐναντία τῶι δή-
μωι τῶι Ἀθηναίων καὶ Κε[ί]οις καὶ τοῖς ἄλλοις συμμάχο-
30 ις καὶ θανάτο αὐτῶν καταγνωσθέντος κατελθόντ[ε]ς ἐς
Κέω τάς τε στήλας ἐξέβαλο[ν],[ν αἷ]ς ἦσαν ἀναγεγραμ[μ]έν-
αι αἱ συνθῆκαι πρὸς Ἀθηναίος καὶ τὰ ὀνόματα τῶν παρα-
βάντων τὸς ὅρκος καὶ τὰς συνθήκας καὶ τὸς φίλος τὸς Ἀ-
θηναίων, ὃς κατήγαγεν ὁ δῆμος, τὸς μὲν ἀπέκτειναν, τῶν
35 δὲ θάνατον κατέγνωσαν καὶ τὰς ὀ[σ]ίας ἐδήμευσαν παρὰ
τὸς ὅρκος καὶ τὰς συνθήκας Σατυρίδο καὶ Τιμοξένο κα-
ὶ Μιλτιάδο, ὅτι κατηγόρον Ἀντιπά[τ]ρο, ὅτε ἡ βολὴ ἡ Ἀθην-
αίων κατέγνω αὐτο͂ θάνατον ἀποκτ[εί]ναντος τὸν πρόξε-
νον τὸν Ἀθηναίων Α․αισίωνα παρὰ [τ]ὰ ψηφίσματα τοῦ δή-
40 μο το͂ Ἀθηναίων κ[α]ὶ παρα[βά]ντα τὸς ὅρκος καὶ τὰς συνθή-
κας, φεύγειν αὐτὸς Κέω καὶ Ἀθήνας καὶ τὴν οὐσίαν αὐτῶ-
ν δημοσίαν εἶναι τοῦ δή[μο] τοῦ Ἰουλιητῶν· ἀπογράψαι δ-
ὲ αὐτῶν τὰ ὀνόματα αὐτί[κα μά]λα ἐναντίον το͂ δήμο τῶι γ-
ραμματεῖ τὸς στρατηγὸ[ς τ][ς] Ἰουλιητῶν τὸς ἐπιδημο͂ν-
45 τας Ἀθήνησι. ἐὰν δέ [τινες τῶν] ἀπογραφέντων ἀμφισβητ-
ῶσι μὴ εἶναι τούτων τῶ[ν ἀνδρῶ]ν, ἐξεῖναι αὐτοῖς ἐνγυη-
τὰς καταστήσασι πρὸς [τ][ς] σ[τρ]ατηγὸς τὸς Ἰολιητῶν τρ-
ιάκοντα ἡμερῶν δίκα[ς][π]ο[σχ]ε͂ν [κα]τὰ τ[ὸ]ς ὅρκος καὶ τὰς
συνθήκας ἐν Κέωι καὶ [ἐν τῆι ἐκκ]λήτωι [πό]λει Ἀθήνησι. Σ-
50 ατυρίδην δὲ καὶ Τιμό[ξενον καὶ] Μ[ιλτιά]δην ἀπιέναι εἰ-
ς Κέω ἐπὶ τὰ ἑαυτῶν. ἐπ[αιν][σ]α[ι δ]ὲ τ[ὸς] ἥκοντας Ἰολιητῶ-
ν Δημήτριον, Ἡρακε[ίδη]ν, Ἐ[χέτι]μο[ν], Κ[αλ]λίφαντον· ἐπαι-
νέσαι δὲ καὶ Σατυρ[ίδην] κα[ὶ Τιμ][ξενο]ν καὶ Μιλτιάδην·
ἐπαινέσαι δὲ καὶ [τ]ὴν [π]όλι[ν τὴν] Κα[ρ]θαιῶν καὶ Ἀγλώκρι-
55 τον, καὶ καλέσαι αὐτὸς ἐπὶ [ξ][νια εἰς τ]ὸ πρυτανεῖον ἐς
αὔριον.
τάδε συνέθεντο καὶ ὤμοσαν οἱ στρατηγοὶ οἱ Ἀθηναίων πρ-
ὸς τὰς πόλες τ[ὰ]ς ἐν Κέωι κα[ὶ] οἱ σύμμαχοι· v ὀ {²⁶οὐ}²⁶ μνησικακήσω
[τῶ]ν πα[ρ]εληλυθότων πρὸ[ς] Κείος οὐδ[ε]νὸς οὐδὲ ἀποκτενῶ Κ-
60 [είων][δ]ένα οὐδὲ φυγάδα ποήσω τῶν ἐμμενόντων τοῖς ὅρκο-
[ις καὶ τ]αῖς συνθήκαις ταῖσδε, εἰς δὲ τὴν συμμαχίαν εἰσά-
[χω καθάπ]ερ τὸς ἄλλος συμμάχος. ἐὰν δέ τι[ς] νεωτερίζηι τι
[ἐν Κέωι παρ]ὰ τὸς ὅρκος καὶ τὰς συνθήκας, οὐκ ἐπιτρέψω οὔ-
[τε τέχνηι οὔ]τε μηχανῆι ὀδεμιᾶι εἰς τὸ δυνατόν. εἰ δέ τις
65 [μὴ βούλεται οἰ]κεῖν ἐγ Κέωι, ἐάσω αὐτὸν ὅπο ἂν βόληται τῶ-
[ν συμμαχίδων πόλ]εων οἰκο͂ντα τὰ ἑαυτο͂ καρπο͂σθαι. ταῦτα
[ἐμπεδορκήσω νὴ τὸν] Δία, νὴ τὴν Ἀθηνάαν, νὴ τὸν Ποσειδῶ, νὴ
[τὴν Δήμητρα· εὐορκο͂ντι] μὲν πόλλ’ ἀγαθὰ εἶναι, ἐπιορκο͂ν[τ]-
[ι δὲ κακά. v ὅρκοι καὶ συνθῆ]και τῶν πόλεων τῶν ἐν Κέωι πρὸ-
70 [ς Ἀθηναίος καὶ τὸς συμμάχος] καὶ Κείων ὃς κατήγαγον Ἀθ[η]-
[ναίοι· v συμμαχήσω Ἀθηναίοις καὶ] τοῖς συμμάχοις καὶ οὐ-
[κ ἀποστήσομαι ἀπ’ Ἀθηναίων καὶ τῶ]ν συμμάχων οὔτε αὐτὸς
[ἐγὼ οὔτε ἄλλωι πείσομαι ἐς τὸ δυνατ]όν· τὰς δὲ δίκας καὶ τ-
[ὰς γραφὰς τὰς κατ’ Ἀθηναίων ποιήσομαι] πάσας ἐκκλήτος κ-
75 [ατὰ τὰς συνθήκας, ὁπόσαι ἂν ὦσιν ὑπὲρ ἑ]κατὸν δραχμὰς. ἐὰ-
[ν δέ τις τολμᾶι ἀδικε͂ν Κείων τὸς κατελθ]όντας ἢ Ἀθηναίο-
[ς ἢ τῶν συμμάχων τινὰ παρὰ τοὺς ὅρκους καὶ] τὰς συνθήκας,
[οὐκ ἐπιτρέψω οὔτε τέχνηι οὔτε μηχανῆι οὐδ]εμιᾶι, βοηθή-
[σω δὲ παντὶ σθένει κατὰ τὸ δυνατόν. ταῦτα ἐμπ]εδορκήσω ν-
80 [ὴ τὸν Δία, νὴ τὴν Ἀθηνάαν, νὴ τὸν Ποσειδῶ, νὴ τὴν Δ]ήμητρα, εὐ-
[ορκο͂ντι μὲν πολλ’ ἀγαθὰ εἶναι, ἐπιορκο͂ντι δὲ κα]κά. vacat
[τάδε ὤμοσαν Κείων ὃς κατήγαγον Ἀθηναῖοι· v οὐ μν]ησικακ-
[ήσω — — — — — — — — — — — — — — — — — — — — — — —]ων ὀδὲ
— — — — — — — — — — — — — — — — — — — — — — — — — —  μενο
85 — — — — — — — — — — — — — — — — — — — — — — — — — — —  ου
Search Help
Contact Us