| 1 | θεοί. |
| ἐπὶ Χαρικλείδο ἄρχοντος· Αἰαντὶς ἐπρυτάνευεν, Νικό- | |
| στρατος Παλληνεὺς ἐγραμμάτευε, Φιλίττιος Βοτάδης | |
| ἐπεστάτει· ἔδοξεν τῆι βολῆι καὶ τῶι δήμωι· Ἀριστοφῶν | |
| 5 | εἶπεν· ἐπειδὴ Ἰουλιῆται, οὓς κατήγαγον Ἀθηναῖοι, ἀπο- |
| φαίνοσιν ὀφείλοσαν τὴν π[ό]λιν τὴν Ἰολιητῶν τῆι πόλε | |
| τῆι Ἀθηναίων τρία τάλαντα τὰ ἐκ το͂ λογισθέντος ἀργυ- | |
| [ρί]ου κατὰ τὸ ψήφισμα τοῦ δήμο το͂ Ἀθηναίων ὃ Μενέξενο- | |
| ς ε[ἶ]πεν, δεδόχθαι τῶι δήμωι ἀποδο͂ναι Ἰολιήτας Ἀθηνα- | |
| 10 | ίοις ταῦτα τὰ χρ[ή]ματα ἐν τῶι Σκιροφοριῶνι μηνὶ τῶι ἐ- |
| πὶ Χαρικλείδο ἄρχοντος· ἐὰν δὲ μὴ ἀποδιδῶσιν ἐν τῶι χ- | |
| ρόνωι τῶι εἰρημένωι, ε[ἰ]σπραξάντων αὐτὸς οἱ ἡιρημέν- | |
| οι ὑπὸ το͂ δήμο εἰσπράτ[τ]εν τὰ ὀφειλόμενα χρήματα παρ- | |
| ὰ τῶν νησιωτῶν τρόπ[ωι] ὅτωι ἂν ἐπίστωνται, συνεισπρα- | |
| 15 | ττόντων δὲ αὐτοῖς κ[αὶ] οἱ στρατηγοὶ οἱ Ἰουλιητῶν Ἐχέ- |
| τιμος καὶ Νικόλεω[ς κ]αὶ Σ[ά]τυρος καὶ Γλαύκων καὶ Ἡρακ- | |
| λείδης. ὅπως δ’ [ἂ]ν κ[αὶ] οἱ ὅρκοι καὶ αἱ συνθῆκαι, ἃς συνέθ- | |
| ετο Χαβρίας ὁ στ[ρ]ατηγὸς κα[ὶ] ὤμοσε Κείοις ὑπὲρ Ἀθηνα- | |
| ίων καὶ Κείων ὃς κα[τή]γαγον [Ἀ]θηναῖοι κύριαι ὦσι, ἀναγ- | |
| 20 | ράψαι τὸς στρατηγ[ὸς] τὸς [Ἰου]λιητῶν, ὃς εἴρηται ἐν τῶι |
| ψηφίσματι συνεισπράττεν τὰ χρήματα, ἐν στήληι λιθί- | |
| νηι καὶ στῆσαι ἐν τῶι ἱερῶι το͂ Ἀπόλλωνος το͂ Πυθίο, καθ- | |
| άπερ ἐν Καρθαίαι ἀναγεγραμμέναι εἰσί· ἀναγράψαι δὲ | |
| καὶ τὸν γραμματέα τῆς βολῆς ἐς στήληι κατὰ ταὐτὰ καὶ | |
| 25 | στῆσαι ἐν ἀκροπόλει, εἰς δὲ τὴν ἀναγραφὴν δο͂ναι τὸν τ- |
| αμίαν το͂ δήμο ΔΔ δραχμὰς ἐκ τῶν κατὰ ψηφίσματα ἀναλι- | |
| σκομένων. ἐπειδὴ δὲ Ἰουλιητῶν οἱ παραβάντες τὸς ὅρκ- | |
| ος καὶ τὰς συνθήκας καὶ πολεμήσαντες ἐναντία τῶι δή- | |
| μωι τῶι Ἀθηναίων καὶ Κε[ί]οις καὶ τοῖς ἄλλοις συμμάχο- | |
| 30 | ις καὶ θανάτο αὐτῶν καταγνωσθέντος κατελθόντ[ε]ς ἐς |
| Κέω τάς τε στήλας ἐξέβαλο[ν], ἐ[ν αἷ]ς ἦσαν ἀναγεγραμ[μ]έν- | |
| αι αἱ συνθῆκαι πρὸς Ἀθηναίος καὶ τὰ ὀνόματα τῶν παρα- | |
| βάντων τὸς ὅρκος καὶ τὰς συνθήκας καὶ τὸς φίλος τὸς Ἀ- | |
| θηναίων, ὃς κατήγαγεν ὁ δῆμος, τὸς μὲν ἀπέκτειναν, τῶν | |
| 35 | δὲ θάνατον κατέγνωσαν καὶ τὰς ὀ[σ]ίας ἐδήμευσαν παρὰ |
| τὸς ὅρκος καὶ τὰς συνθήκας Σατυρίδο καὶ Τιμοξένο κα- | |
| ὶ Μιλτιάδο, ὅτι κατηγόρον Ἀντιπά[τ]ρο, ὅτε ἡ βολὴ ἡ Ἀθην- | |
| αίων κατέγνω αὐτο͂ θάνατον ἀποκτ[εί]ναντος τὸν πρόξε- | |
| νον τὸν Ἀθηναίων Α․αισίωνα παρὰ [τ]ὰ ψηφίσματα τοῦ δή- | |
| 40 | μο το͂ Ἀθηναίων κ[α]ὶ παρα[βά]ντα τὸς ὅρκος καὶ τὰς συνθή- |
| κας, φεύγειν αὐτὸς Κέω καὶ Ἀθήνας καὶ τὴν οὐσίαν αὐτῶ- | |
| ν δημοσίαν εἶναι τοῦ δή[μο] τοῦ Ἰουλιητῶν· ἀπογράψαι δ- | |
| ὲ αὐτῶν τὰ ὀνόματα αὐτί[κα μά]λα ἐναντίον το͂ δήμο τῶι γ- | |
| ραμματεῖ τὸς στρατηγὸ[ς τ]ὸ[ς] Ἰουλιητῶν τὸς ἐπιδημο͂ν- | |
| 45 | τας Ἀθήνησι. ἐὰν δέ [τινες τῶν] ἀπογραφέντων ἀμφισβητ- |
| ῶσι μὴ εἶναι τούτων τῶ[ν ἀνδρῶ]ν, ἐξεῖναι αὐτοῖς ἐνγυη- | |
| τὰς καταστήσασι πρὸς [τ]ὸ[ς] σ[τρ]ατηγὸς τὸς Ἰολιητῶν τρ- | |
| ιάκοντα ἡμερῶν δίκα[ς] ὑ[π]ο[σχ]ε͂ν [κα]τὰ τ[ὸ]ς ὅρκος καὶ τὰς | |
| συνθήκας ἐν Κέωι καὶ [ἐν τῆι ἐκκ]λήτωι [πό]λει Ἀθήνησι. Σ- | |
| 50 | ατυρίδην δὲ καὶ Τιμό[ξενον καὶ] Μ[ιλτιά]δην ἀπιέναι εἰ- |
| ς Κέω ἐπὶ τὰ ἑαυτῶν. ἐπ[αιν]έ[σ]α[ι δ]ὲ τ[ὸς] ἥκοντας Ἰολιητῶ- | |
| ν Δημήτριον, Ἡρακε[ίδη]ν, Ἐ[χέτι]μο[ν], Κ[αλ]λίφαντον· ἐπαι- | |
| νέσαι δὲ καὶ Σατυρ[ίδην] κα[ὶ Τιμ]ό[ξενο]ν καὶ Μιλτιάδην· | |
| ἐπαινέσαι δὲ καὶ [τ]ὴν [π]όλι[ν τὴν] Κα[ρ]θαιῶν καὶ Ἀγλώκρι- | |
| 55 | τον, καὶ καλέσαι αὐτὸς ἐπὶ [ξ]έ[νια εἰς τ]ὸ πρυτανεῖον ἐς |
| αὔριον. | |
| τάδε συνέθεντο καὶ ὤμοσαν οἱ στρατηγοὶ οἱ Ἀθηναίων πρ- | |
| ὸς τὰς πόλες τ[ὰ]ς ἐν Κέωι κα[ὶ] οἱ σύμμαχοι· v ὀ {²⁶οὐ}²⁶ μνησικακήσω | |
| [τῶ]ν πα[ρ]εληλυθότων πρὸ[ς] Κείος οὐδ[ε]νὸς οὐδὲ ἀποκτενῶ Κ- | |
| 60 | [είων] ὀ[δ]ένα οὐδὲ φυγάδα ποήσω τῶν ἐμμενόντων τοῖς ὅρκο- |
| [ις καὶ τ]αῖς συνθήκαις ταῖσδε, εἰς δὲ τὴν συμμαχίαν εἰσά- | |
| [χω καθάπ]ερ τὸς ἄλλος συμμάχος. ἐὰν δέ τι[ς] νεωτερίζηι τι | |
| [ἐν Κέωι παρ]ὰ τὸς ὅρκος καὶ τὰς συνθήκας, οὐκ ἐπιτρέψω οὔ- | |
| [τε τέχνηι οὔ]τε μηχανῆι ὀδεμιᾶι εἰς τὸ δυνατόν. εἰ δέ τις | |
| 65 | [μὴ βούλεται οἰ]κεῖν ἐγ Κέωι, ἐάσω αὐτὸν ὅπο ἂν βόληται τῶ- |
| [ν συμμαχίδων πόλ]εων οἰκο͂ντα τὰ ἑαυτο͂ καρπο͂σθαι. ταῦτα | |
| [ἐμπεδορκήσω νὴ τὸν] Δία, νὴ τὴν Ἀθηνάαν, νὴ τὸν Ποσειδῶ, νὴ | |
| [τὴν Δήμητρα· εὐορκο͂ντι] μὲν πόλλ’ ἀγαθὰ εἶναι, ἐπιορκο͂ν[τ]- | |
| [ι δὲ κακά. v ὅρκοι καὶ συνθῆ]και τῶν πόλεων τῶν ἐν Κέωι πρὸ- | |
| 70 | [ς Ἀθηναίος καὶ τὸς συμμάχος] καὶ Κείων ὃς κατήγαγον Ἀθ[η]- |
| [ναίοι· v συμμαχήσω Ἀθηναίοις καὶ] τοῖς συμμάχοις καὶ οὐ- | |
| [κ ἀποστήσομαι ἀπ’ Ἀθηναίων καὶ τῶ]ν συμμάχων οὔτε αὐτὸς | |
| [ἐγὼ οὔτε ἄλλωι πείσομαι ἐς τὸ δυνατ]όν· τὰς δὲ δίκας καὶ τ- | |
| [ὰς γραφὰς τὰς κατ’ Ἀθηναίων ποιήσομαι] πάσας ἐκκλήτος κ- | |
| 75 | [ατὰ τὰς συνθήκας, ὁπόσαι ἂν ὦσιν ὑπὲρ ἑ]κατὸν δραχμὰς. ἐὰ- |
| [ν δέ τις τολμᾶι ἀδικε͂ν Κείων τὸς κατελθ]όντας ἢ Ἀθηναίο- | |
| [ς ἢ τῶν συμμάχων τινὰ παρὰ τοὺς ὅρκους καὶ] τὰς συνθήκας, | |
| [οὐκ ἐπιτρέψω οὔτε τέχνηι οὔτε μηχανῆι οὐδ]εμιᾶι, βοηθή- | |
| [σω δὲ παντὶ σθένει κατὰ τὸ δυνατόν. ταῦτα ἐμπ]εδορκήσω ν- | |
| 80 | [ὴ τὸν Δία, νὴ τὴν Ἀθηνάαν, νὴ τὸν Ποσειδῶ, νὴ τὴν Δ]ήμητρα, εὐ- |
| [ορκο͂ντι μὲν πολλ’ ἀγαθὰ εἶναι, ἐπιορκο͂ντι δὲ κα]κά. vacat | |
| [τάδε ὤμοσαν Κείων ὃς κατήγαγον Ἀθηναῖοι· v οὐ μν]ησικακ- | |
| [ήσω — — — — — — — — — — — — — — — — — — — — — — —]ων ὀδὲ | |
| — — — — — — — — — — — — — — — — — — — — — — — — — — μενο | |
| 85 | — — — — — — — — — — — — — — — — — — — — — — — — — — — ου |
IG II²
111