[ ]
Att. — Athens: Agora — non-stoich. — init. s. III a. — Hesp 11.1942.282.55 — REG 57.1944.197,67 — SEG 21.530
1 | [Λυσίας Περι]άνδρου Πλωθεὺς εἶ̣[πεν· ἀγαθεῖ τύχει] |
[δεδόχθαι] τ̣οῖς ὀ[ρ]γεῶσιν· ὅπως ἂν δι̣[ατηρῆται τῶν] | |
[θυσιῶν ἡ κοινω]νία εἰς τὸν ἅπαντα χρό[νον τῶι κοι]- | |
[ν]ῶι τῶι πρὸς τοῖς Καλλιφάνους καὶ τῶ[ι τοῦ ἥρωος Ἐ]- | |
5 | χέλου, ἀναγράψαντας τοὺς ὀφείλοντά̣[ς τι εἰς τὴν κοι]- |
νωνίαν ἐν στήλει λιθίνει στῆσαι παρὰ τ[ὸν βωμὸν] | |
ἐν τῶι ἱερῶι τά τε κεφάλαια καὶ τὸν τόκο[ν ὁπόσου] | |
ἂν ἔχει ἕκαστος· ἀναγράψαι δὲ καὶ τὰ ψη[φίσματα] | |
τὰ ἀρχαῖα εἰς τὴν στήλην· ἐπιμεληθῆναι δ̣[ὲ ․․․8․․․․] | |
10 | να τῆς ἀναγραφῆς καὶ τῆς στάσεως τῆς στήλης κ̣[αὶ λο]- |
γίσ[α]σθαι ὅ τι ἂν εἰς ταῦτα ἀναλώσει τῶι κοινῶι. | |
ἔδοξεν τοῖς ὀργεῶσιν· τὸν ἑστιάτορα θύειν τὴν [θυσί]- | |
αν μηνὸς Ἑκατονβαιῶνος ἑβδόμει καὶ ὀγδόει ἐπ[ὶ] δ- | |
έκα· θύειν δὲ τεῖ πρώτει ταῖς ἡρωίναις χοῖρον, τῶι δὲ [ἥ]- | |
15 | [ρ]ω̣ι ἱερεῖον τέλεον καὶ τράπεζαν παρατιθέναι, τεῖ δ[ὲ] |
[ὑστερ]ά̣αι τῶι ἥρωι ἱερεῖον τέλεον· λογίζεσθαι δὲ ὅ τι ἂν | |
[ἀναλ]ώσει· ἀναλίσκειν δὲ μὴ πλέον τῆς προσόδου· [ν]- | |
[εμέτω] δὲ τὰ κρέα τοῖς {οις} ὀργεῶσι τοῖς παροῦσι καὶ τοῖ[ς] | |
[ὑοῖς τὴν] εἰς ἡμίσεαν καὶ ταῖς γυναιξὶ ταῖς τῶν ὀργεώ[ν]- | |
20 | [ων, διδ]ο̣ὺς ταῖς ἐλευθέραις τὴν ἰσαίαν καὶ ταῖς θυγ[α]- |
[τράσι τὴν εἰς ἡμί]σεαν καὶ ἀκολούθωι μιᾶι τὴν εἰς ἡμ[ί]- | |
[σεαν· παραδιδότω δὲ τ]ῶ̣ι̣ ἀνδρὶ τῆς γυναικὸς τὴν με- | |
[ρίδα. {²vacat}² ] {²vacat}² | |
[ἔδοξεν τοῖς ὀργεῶσιν· τὸν ἑστιά]τορα τῶν ἐπιγ̣ενομέ- | |
25 | [νων — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |