[ ] Att. — Athens: Agora — non-stoich. 31-43 — 324/3 a. — IG II² 1176+; Ag. 19.L13 — Hesp. 32.1963.12,10; CSCA 7.1974.290,3 — SEG 19.117; 21.516/521; 33.143
frg. a,c [— — — — — — — — — — — — — — — — — — —]
1 [τὴν(?)] σκηνὴν προ[․4-5․]ασι̣[․․․․]#⁷[․․c.7․․]
[ἐ]άν τι βο[ύ]λωντ[αι πε]ρὶ οἰκοδομίαν·
ἐξεῖναι δὲ αὐ[τοῖς χ]ρῆσθαι λίθους καὶ
γῆι ἐκ τοῦ τεμ[ένους] τ̣οῦ Διονύσου· ὅταν δ’
5 ἐξίωσιν, παρα[διδόναι(?)] ἅπαντα ὀρθὰ καὶ ἑ]-                                    5
στηκότα· ἐὰ[ν δὲ ․4-5․]ειψωσιν πρὸς τῆι σκη-
νει, κέρ̣α̣[μον καὶ ξ]ύ̣λα ἀπίτω λαβὼν πα-
frg. b.8 ρ̣α̣(?)[․․c.7․․]λ̣ι̣[․· ὁ δὲ χ]ρόνος ἄρχει τῆς μι-
σθώσεως Ἡ̣γησίας ἄ̣ρχων· τοὺς δὲ δημό-
10 τας θεωρεῖν ἀργύριο[ν] διδόντας πλὴν ὅ-
σοις οἱ δημόται πρ[οεδρίαν δ]εδώκασι·
τούτους δ’ ἀπογράψα[ι πρὸς τοὺς π]ρ̣ια[μέ]-
νους τὸ θέατρον· εἶν[αι δὲ καὶ προεδρίαν]
καὶ τῶι δημάρχωι κα[ὶ τῶι ταμίαι καὶ τῶι κή]-
15 ρυκι καὶ εἴ τωι ἄλλωι [δεδώκασιν οἱ δημόται]
[τὴ]ν προεδρ̣ίαν· ὅσοι δ[ὲ — — — — — — — — —]
[— — — — — — —]ν̣ι̣[— — — — — — — — — — — — —]
17a             {²lacuna}²
frg. d [— — — — τοὺς πριαμένους τὸ θέ]α̣τ̣ρ̣[ο]ν πα̣[ρέ]-
[χειν τοῖς δημότ]α̣ις ἡδ[ω]λιασμένην τὴν θέαν [κα]-
20 [τὰ τ]ὰ πάτρια· ἐὰν δὲ μὴ ποήσωσιν κατὰ τὰς συνθ[ή]-
κας τὰς περὶ τὸ θέατρον, οἰκοδομῆσαι μὲν Πειρα-
έας τὰ δεόμενα, τὰ δ’ ἀναλώματα τοῖς πριαμένοις
εἶναι· ἐπιτιμητὰς δὲ αἱρεῖσθαι Πειραέας ὅταν πα-
ραδιδῶσι τὸ θέατρον τρεῖς ἄνδρας ἐκ Πειραέων·
25 ἀναγράψαι δὲ τὸν δήμαρχον καὶ τοὺς ταμίας ἀντί-
γραφα τῶν συνθηκῶν εἰς στήλην λιθίνην καὶ στῆσα-
ι ἐν τῆι ἀγορᾶι τῶν δημοτῶν· παραγράψαι δὲ καὶ τὸ
ὄνομα, παρ’ ὧι ἂν κείωνται αἱ συνθῆκαι· ὠνηταὶ Ἀρι-
στοφάνης Σμικύθο ∶ 𐅅Η ∶ Μελησίας Ἀριστοκράτο ∶ ΧΗ
30 Ἀρεθούσιος Ἀριστόλεω Πήληξ ∶ 𐅅 ∶ Οἰνοφῶν Εὐφι-
λήτου Πειραιεύς ∶ ΧΗ. {²vacat}²
Καλλιάδης εἶπεν· ἐψηφίσθαι Πειραεῦσι· ἐπειδὴ Θεαῖος
φιλοτιμεῖται πρὸς τοὺς δημότας καὶ νῦν καὶ ἐν τῶι
ἔμπροσθε χρόνωι, καὶ πεπόηκεν τριακοσίαις δρα-
35 χμαῖς πλέον εὑρεῖν τὸ θέατρον, στεφανῶσαι αὐτ-
ὸν θαλλο͂ στεφάνωι ἀρετῆς ἕνεκα καὶ δικαιο-
σύνης τῆς εἰς τοὺς δημότας· στεφανῶσαι δὲ
καὶ τοὺς πριαμένους τὸ θέατρον Ἀριστοφάνην
Πειραέα, Μελησίαν Λαμπτρέα, Οἰνοφῶντα
40 Πειραιέα, Ἀρεθούσιον Πήληκα.
Search Help
Contact Us