[ ] Att. — Athens: Agora — non-stoich. 31-40 — 324/3 a. — IG II² 1176 — Hsp.32.1963.12,10 [SEG 19.117] — CSCA 7.1974.290,3 [SEG 33.143]
frg. ab lacuna
1 [τὴν?] σκηνὴν προ[․4-5․]ασι̣[․․․․]#⁷[․․c.7․․]
[ἐ]άν τι βο[ύ]λωντ[αι πε]ρὶ οἰκοδομίαν·
ἐξεῖναι δὲ αὐ[τοῖς χ]ρῆσθαι λίθους καὶ
γῆι ἐκ τοῦ τεμ[ένους] τοῦ Διονύσου· ὅταν δ’
5 ἐξίωσιν παρὰ [․c.6․․] ἅπαντα ὀρθὰ καὶ ἑ]-
στηκότα· ἐὰ[ν ․․c.7․․]είψωσιν πρὸς τῆι σκη-
νει κέρ̣α̣[μον καὶ ξ]ύ̣λα ἀπίτω λαβὼν πα-
frg. c.8 Ν̣Κ̣[․c.5․]Λ̣Λ̣Ι̣· [ὁ δὲ χ]ρόνος ἄρχει τῆς μι-
σθώσεω[ς] Ἡ̣γησίας ἄ̣ρ̣χων· τοὺς δὲ δημό-
10 τας θεωρεῖν ἀργύριο[ν] διδόντας πλὴν ὅ%⁸⁰-
σοις οἱ δημόται πρ[οεδρίαν δ]εδώκασι·
τούτους δ’ ἀπογράψα[ι πρὸς τοὺς π]ρ̣ια[μέ]-
νους τὸ θέατρον· εἶν[αι δὲ τὴν προεδρίαν]
καὶ τῶι δημάρχωι κα[ὶ ․․c.7․․ καὶ τῶι κή]-
15 ρυκι καὶ εἴ τωι ἄλλωι [δεδώκασιν οἱ δημόται]
[τὴ]ν προεδρίαν· ὅσοι δ[ὲ ․․․․․․c.17․․․․․․․]
[․․․․c.13․․․․․]Ν̣Ι̣[․․․․․․․․․․c.24․․․․․․․․․․]
lacuna
frg. d lacuna
18 [․․․c.11․․․․ τοὺς πριαμένους τὸ θέ]α̣τ̣ρ̣[ο]ν πα[ρέ]-
[χειν τοῖς δημότ]α̣ις ἡδ[ω]λιασμένην τὴν θέαν [κα]-
20 [τὰ τ]ὰ πάτρια· ἐὰν δὲ μὴ ποήσωσιν κατὰ τὰς συνθ[ή]-
κας τὰς περὶ τὸ θέατρον, οἰκοδομῆσαι μὲν Πειρα-
έας τὰ δεόμενα, τὰ δ’ ἀναλώματα τοῖς πριαμένοις
εἶναι· ἐπιτιμητὰς δὲ αἱρεῖσθαι Πειραέας ὅταν πα-
ραδιδῶσι τὸ θέατρον τρεῖς ἄνδρας ἐκ Πειραέων·
25 ἀναγράψαι δὲ τὸν δήμαρχον καὶ τοὺς ταμίας ἀντί-
γραφα τῶν συνθηκῶν εἰς στήλην λιθίνην καὶ στῆσα-
ι ἐν τῆι ἀγορᾶι τῶν δημοτῶν· παραγράψαι δὲ καὶ τὸ
ὄνομα, παρ’ ὧι ἂν κείωνται αἱ συνθῆκαι· ὠνηταὶ Ἀρι-
στοφάνης Σμικύθο ∶ 𐅅Η ∶ Μελησίας Ἀριστοκράτο ∶ ΧΗ
30 Ἀρεθούσιος Ἀριστόλεω Πήληξ ∶ 𐅅 ∶ Οἰνοφῶν Εὐφι-
λήτου Πειραιεύς ∶ ΧΗ.  vacat
Καλλιάδης εἶπεν· ἐψηφίσθαι Πειραεῦσι· ἐπειδὴ Θεαῖος
φιλοτιμεῖται πρὸς τοὺς δημότας καὶ νῦν καὶ ἐν τῶι
ἔμπροσθε χρόνωι καὶ πεπόηκεν τριακοσίαις δρα-
35 χμαῖς πλέον εὑρεῖν τὸ θέατρον, στεφανῶσαι αὐτ-
ὸν θαλλο͂ στεφάνωι ἀρετῆς ἕνεκα καὶ δικαιο-
σύνης τῆς εἰς τοὺς δημότας· στεφανῶσαι δὲ
καὶ τοὺς πριαμένους τὸ θέατρον Ἀριστοφάνην
Πειραιέα, Μελησίαν Λαμπτρέα, Οἰνοφῶντα
40 Πειραιέα, Ἀρεθούσιον Πήληκα.    vacat
Search Help
Contact Us