[ ] Att. — Athens: Agora — 209/10 — IG II² 1077
See also:
1 [ἐπὶ ἄρχοντος] Φλ · Διογένους Μαραθωνίου, ἐπὶ τῆς Πανδιονί-
[δος δʹ πρυ]τανείας, ἧς ἐγραμμάτευεν Ῥόδων Καλλίστου Μαρα-
[θώνιος], ἱερε[ὺ]ς Θεόφιλος ἐπεστάτει, τῶν προέδρων ἐπεψή-
[φιζεν] Ἰουλιανὸς Κασίου καὶ οἱ συμπρόεδροι, κ̣γʹ τῆς πρυτα-
5 [νείας], μηνὸς Ποσειδεῶνος τῇ ει, β̣ουλὴ συνήχθη ἐπὶ τοῖς
[εὐαγγ]ελίοις, ἀναδειχθέντος 〚Αὐτοκράτορος Καίσαρος Ποπλίου〛
〚Σεπτιμίου Γέτα Εὐσεβοῦς Σεβαστοῦ〛· ἐν ᾗ ἀνεγνώσθη
[γνώμ]η [τ]ῶν συνεδρίων διὰ τῶν ἀρχόν[τ]ων, ἀναγνόν-
[τος τοῦ] στρατηγοῦ Ἀλκαμένους Λαμπτρέως γνώμην τὴν ἀναγεγραμμένη[ν]·
10 [ἡ ἐξ Ἀρείου] πάγου βουλὴ καὶ ἡ βουλὴ τῶν Φ καὶ ὁ δῆμος ὁ Ἀθηναί-
[ων μετὰ] τῶν ἀρχόντων, τοῦ τε ἐπωνύμου ἄρχοντος Φλ · Διογένους
[Μαραθων]ίου κα[ὶ τ]οῦ ἐπὶ τὰ ὅπλα στρατηγοῦ καὶ ἐπιμελητοῦ γυ-
[μνασιαρχί]ας θε[οῦ] Ἁδρι[α]νοῦ καὶ ἀ[ντ]άρχοντος τοῦ ἱερωτάτου Ἀτ-
[τικοῦ Π]ανε̣λ̣ληνίου [Μά]ρ · Αὐρ · Ἀλκαμένους Λαμπτρέως καὶ τοῦ κήρ-
15 [υκος τῆς ἐξ] Ἀρε̣ίου π[ά]γου βουλῆ̣ς καὶ ἀγωνοθέτου τῶν τῆς Σεβα-
[στῆς οἰκίας? ἀ]γώνω[ν Τρύ]φωνος τοῦ Θεοφίλου Ὑβάδου γνώμην ἀπο-
[φαίνου]σιν κατὰ [τὰ] πάτρια· vacat ἐπειδὴ ἡ ἱερωτάτη καὶ τε-
λεω[τάτη πασ]ῶν [ἡ]μερῶν καὶ ὑπὸ πάντων ἐλπισθεῖσα διὰ τὴν ἀθάνατον ὁμόνοι-
αν τῶν ὁσίων βασιλέων, Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος
20 Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου
Αὐρηλίου Ἀντωνείνου Εὐσεβοῦς Σεβαστοῦ, ὑπὸ τῶν μεγάλω-
[ν βασιλέων κοινῶι κη]ρ[ύγμ]ατι πᾶσιν ἀν[θ]ρώποις δεδήλωται, ἐν [ἧι]
[τὸν θειότατον Αὐτοκράτορα Καίσαρα Πόπλιον Σεπτίμιον Γέταν]
[Εὐσεβῆ Σεβαστὸν]〛 τῇ οὐρανίᾳ ψήφωι καὶ κρίσει προσει-
25 [λήφασι πρ]ὸς [τὴν τῆς] Αὐτοκράτορος ἀρχῆς ἰσηγορίαν ἱδρύσαντες
τοῦ κόσμου τὸ βασίλειον ἐν ὁλοκλήρῳ τῷ γένει· δεδόχθαι
[τῆι][ξ][ρείου] πάγου βουλῇ καὶ τῇ βουλῇ τῶν Φ καὶ τῷ δήμῳ τῷ
Ἀθηναίων θύ[ει]ν πα[ν]γενεὶ καὶ ἑορτάζειν ἔν τε κοινῶι καὶ κα-
[τ’ ἰδίαν παντὶ τῶι βα]σιλείωι γένει. ἄγεσθαι δὲ καὶ τὴν τῆς κρα-
30 [τίστης ἀρχῆς γενέθλ]ιον ἡμέραν ἀκολούθως ταῖς ἄλλαις αὐτῶν κρα-
τίσ[ταις, καθὼς διὰ τῆ]ς ὁσίας ῥήσεως αὐτῶν μεμαθήκαμεν, καὶ δίδο-
[σθαι παντὶ τῶι δή]μ[ωι δι]ανομήν, καθὰ καὶ ὁ κράτιστος πρεσβευτὴς
[αὐτῶν καὶ ἀντιστράτηγος] καὶ λογιστὴς τῆς πατρίδος ἡμῶν Γάϊος Λι-
[κίννιος Τηλέμαχος] δεδήλωκεν ἐν τῷ προκ[ε]ιμένῳ διατάγματι
35 σκησμ[․]Ι[․․5․․]εν εὐσέβειαν, δι’ ἧς τὴν τῆς πόλεως εὐφροσύ-
νην καὶ εἰωθυ[ῖ]αν εἰς τὸν Ὀλύμπιον αὐτῶν οἶκον εὐσέβει-
[αν] δηλώσομεν.
                  vacat 0.036 m.
col. I.38 Ἀλλήτιππος?        Παι.
[․․․]σ[․․․․]ο[․]    Παι.
40 [․․․]ν[․․․․]ος      Παι.
Πο[— —]             Παι.
Πο[․․․․]ιλος        Παι.
Κάσιος              Παι.
Μοσχώνιος?          Παι.
45 Βάσσος              Παι.
Τε[ιμ]όθεος         Παι.
[․]ιειλυιος?        Παι.
Κλ[άδ]ος            Παι.
Ι̣οι̣[․]λ[— —]        Παι.
50 Πόταμος Ἵπ<π>ωνος  Παι.
Κόμμο[δ]ος [․․․]ις  Παι.
Πο[λέ]μων Τείτου    Παι.
Μ[․․․]μ[․]λ         Παι.
Α̣μ․ονλος Εὐημέρ̣ου
55 [— — — — — — — — —]
[— — — — — — — — —]
[— — — — — — — — —]
Ἀπολλοφάνη̣ς Ζω̣π[ύρου?]
[․․․]σ̣ω̣ο̣ο̣ω̣σ̣δ̣[— — —]
60      vacat?
col. II.61 Καλλίας                   Παι.
Τελεσφόρος Σωτηρίδα       Παι.
Ῥοῦφος Ͻ               Παι.
Μαρεῖνος                  Παι.
65 Ξενοφῶν                   Παι.
Ζωτικὸς Ͻ               Παι.
Ὁρτήσιος Μηνόδωρος       Παι.
Γάϊος ὁ καὶ Ἐπάγαθος     Παι.
Φα[ῦ]στος Ἐπαφροδείτου   Παι.
70 Διογένης Ͻ              Παι.
Κυδαθήναιοι
Δημήτριος Κελάδου Κ[υ].
Ἀρτέμων Ἡλιοδώρου Κυ.
Διονύσιος Τρύφωνος Κυ.
75 Κ̣έλαδος Τρύφωνος Κυ.
[Στειρ]ιεῖς
Διονυσόδωρος Ἀπολλωνίου
Ἀπολλώνιος Ἀρτεμιδώρου
Κάλ[— c.3 —] Εὐσ[— — —]
80 Τυχικὸς Ͻ Στ.
Ὀνήσιμος Πολυδεύκου       Παι.
[γ]ραμματεὺς [— — — —]
col. III.83   ἀΐσειτοι·
Κλ. Ἱεροφάντης Ͻ Μαρα
85 Φαβ. Δᾳδοῦχος Μαραθ
Κλ. Ἐπὶ βωμῷ Μελι
Ἑρέν. Ἱεροκῆρυξ Ἕρμ
Αὐρ. Πυρφόρος Λαμπτρ
κῆρυξ βουλῆς καὶ δή-
90 μου Κλ. Ἀττικὸς Μαρα
ἀντικῆρυξ Ἀφροδείσιος Φλυ
γραμματεὺς βουλῆς καὶ
δήμου Ἀριστόβουλος
Ἀττικοῦ Ἀναγυράσιος
95 περὶ τὸ β̣ῆμα Ῥόδων Καλλίστου Μαραθ
ἀντιγραφεὺς Φλ. Μαρεῖνος̣ Χ
ἱεραύλης Ἀθήναιος Ἀφροδεισίου
ἱερεὺς Φωσφόρων Ἀρι-
στεί̣δ̣η̣ς
100 ὑπογραμματεὺς
Μηνόφιλος Παραμόνου
Search Help
Contact Us