1 | ἐπειδὴ οἱ πρυτάνεις τῆς Ο[ἰνεῖδος καὶ οἱ ἀείσιτοι οἱ ἐπὶ Διοκλέους ἄρχον]- |
τος ἀποφαίνουσιν τῆι βουλ[ῆι τὸν ταμίαν, ὃν εἵλοντο οἱ πρυτάνεις ἐξ ἑαυ]- | |
τῶν Νεικάνορα Ἀρτέμων[ος Φυλάσιον τάς τε θυσίας τεθυκέναι τὰς ἐπι]- | |
βαλλούσας τοῖς πρυτάν[εσιν ὑπέρ τε τῆς βουλῆς καὶ τοῦ δήμου καὶ] | |
5 | ἐπιμεμελῆσθαι καλῶ[ς καὶ φιλοτίμως τῶν ἄλλων ὧν καθῆκον ἦν], |
καὶ διὰ ταῦτα παρα[καλοῦσι τὴν βουλὴν ἐπιχωρῆσαι ἑαυτοῖς αὐ]- | |
τοῦ γραπτῆς εἰκόν[ος ἀνάθεσιν ποιήσασθαι ἐν ὅπλωι ἐπιχρύσωι ἐν] | |
τῶι βουλευτηρίω[ι· vvvvvv ἀγαθῆι τύχηι, δεδόχθαι τῆι βουλῆι] | |
ἐπαινέσαι τὸν ταμί[αν, ὃν εἵλοντο οἱ πρυτάνεις ἐξ ἑαυτῶν Νεικά]- | |
10 | νορα Ἀρτέμωνος Φυ[λάσιον καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ] |
στεφάνωι ὧι πάτριόν ἐ[στιν στεφανοῦν τοὺς ἀγαθοὺς τῶν ἀν]- | |
δρῶν, ἐπικεχωρῆσθ[αι δὲ καὶ τοῖς πρυτάνεσιν καὶ τοῖς ἀεισίτοις ποιή]- | |
σασθαι αὐτοῦ τὴν τ[ῆς εἰκόνος ἀνάθεσιν ἐν τῶι βουλευτηρίωι] | |
ἔχουσαν τὴν ἐπιγ[ραφὴν τήνδε· οἱ πρυτάνεις τῆς Οἰνεῖδος καὶ] | |
15 | οἱ ἀείσιτοι οἱ ἐπὶ Διο[κλέους ἄρχοντος τὸν ταμίαν Νεικάνο]- |
ρα Ἀρτέμωνος Φυ[λάσιον φιλοτιμίας ἕνεκα καὶ εὐνοίας τῆς εἰ]- | |
ς ἑαυτοὺς ἀνέθηκ[αν· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμμα]- | |
τέα τὸν κατὰ πρυ[τανείαν εἰς στήλην λιθίνην καὶ στῆσαι ἐν] | |
τῶι βουλευτηρί[ωι, ἵνα τούτων συντελουμένων φαίνηται] | |
20 | [ἡ βου]λὴ τιμῶ[σα — — — — — — — — — — — — — — — —] |
lacuna |
Agora XV
268