[ ] Att. — Athens: Agora — 122/1 a. — IG II² 1004
See also:
1 [corona]                      [corona]                   corona
[ἐπὶ Νικοδήμου ἄρχοντος ἐπὶ τῆς Αἰγεῖδος τρί]της πρυτανείας, ἧι Ἐπι-
[γένης Ἐπιγένου Οἰναῖος ἐγραμμάτευεν· Βοηδρ]ομιῶνος ὀγδόει ἱσταμέ-
[νου ἐμβολίμωι κατ’ ἄρχοντα, κατὰ θεὸν δὲ ἐνάτηι ἱ]σταμένου, ἐνάτει τῆς
5 [πρυτανείας· ἐκκλησία κυρία ἐν τῶι θεάτρωι· τῶν] προέδρων ἐπεψήφιζεν Τί-
[μων Θεοπόμπου Παιανιεὺς καὶ συμπρόεδροι· ἔδοξ]εν τῶι δήμωι· v Ἀφροδίσιος
[Ἀφροδισίου Ἀζηνιεὺς εἶπεν· ὑπὲρ ὧν ἀπαγγέλλου]σιν οἱ πρυτάνεις τῆς Ἐρε%⁸⁰-
[χθεῖδος ὑπὲρ τῶν θυσιῶν ὧν ἔθυον τὰ πρὸ τῶν ἐκ]κλησιῶν τῶι τε Ἀπόλλωνι
[τῶι Προστατηρίωι καὶ τοῖς ἄλλοις θεοῖς οἷς πάτριον] ἦν· ἀγαθεῖ τύχει δεδόχθα[ι]
10 [τῶι δήμωι, τὰ μὲν ἀγαθὰ δέχεσθαι τὰ γεγονότα ἐν τοῖ]ς ἱεροῖς οἷς ἔθυον ἐφ’ ὑγιεία[ι]
[καὶ σωτηρίαι τῆς τε βουλῆς καὶ τοῦ δήμου καὶ παίδω]ν καὶ γυναικῶν καὶ τῶν φίλω̣ν
[καὶ συμμάχων· ἐπειδὴ δὲ οἱ πρυτάνεις τάς τε θυ]σίας ἔθυσαν ἁπάσας τὰς καθη-
[κούσας ἐν τῆι πρυτανείαι καλῶς καὶ φιλοτίμως, ἐπε]μ̣ελήθησαν δὲ καὶ τῆς συλλο-
[γῆς τῆς τε βουλῆς καὶ τοῦ δήμου καὶ τῶν ἄλλων ἁπά]ντων ὧν αὐτοῖς προσέταττον
15 [οἵ τε νόμοι καὶ τὰ ψηφίσματα τοῦ δήμου, ἐπαινέσ]αι τοὺς πρυτάνεις τῆς Ἐρε-
[χθεῖδος καὶ στεφανῶσαι αὐτοὺς χρυσῶι στεφάνωι] κ̣ατὰ τὸν νόμον· ἀναγράψ[αι δὲ]
[τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυ]τ̣ανείαν εἰς στήλην λιθί[νην]
[καὶ στῆσαι οὗ ἂν εὔκαιρον ἦι· εἰς δὲ τὴν ἀναγραφὴ]ν καὶ τὴν πο̣[ίησ]ιν τῆ̣[ς στήλης]
[μερίσαι τὸν ταμίαν τῶν στρατιωτικῶν τὸ γ]ε̣νό̣μ̣[ενον ἀνάλωμα].
Search Help
Contact Us