[ ] Att. — Athens: Agora — stoich. 37 — 164/3 a.
frg. abc,e.1 [ἐπὶ Εὐεργέτου ἄρχοντος] ἐπὶ τῆς Ἐρεχ[θεῖδος v]
[ἑβδόμης πρυτανείας ἧι Δ]ι̣ονυσόδωρος [Φιλίπ%⁸⁰]-
[που Κεφαλῆθεν ἐγραμμάτε]υεν· δήμου ψη[φίσμα%⁸⁰]-
[τα· Γαμηλιῶνος δεκάτει ὑσ]τ̣έραι, μιᾶι κ[αὶ εἰκο]-
5 [στεῖ τῆς πρυτανείας· ἐκκλη]σία ἐμ Πει[ραιεῖ vv]
[τῶν προέδρων ἐπεψήφ]ιζν Ἡρ]άκλειτ[ος — c.6 —]
[․․․․․․14․․․․․․ καὶ] συμ[πρό]εδρ[οι· ἔδοξεν τῶι]
[δήμωι· Λύσανδρος Θ]εομήδο[υ Κ]υδ[αθην]αιε[ὺς εἶ%⁸⁰]-
[πεν· ὑπὲρ ὧν ἀπαγγ]έλλουσιν [οἱ πρυτά]ν̣εις [τῆς v]
10 [Ἐρεχθεῖδος ὑπὲρ τ]ῶ̣ν [θυ]σ̣ι̣[ῶ]ν ὧν ἔθ[υον τ]ὰ πρὸ [τῶν]
[ἐκκλησιῶν τῶι τε Ἀπόλλων]ι τῶι Πρ[οστατ]ηρίω[ι]
[καὶ τεῖ Ἀρτέμιδι τεῖ Βουλ]αίαι κ[αί τοῖς ἄ]λλο[ις]
[θεοῖς οἷς πάτριον ἦν· ἀγαθ]ε̣ῖ τύχ[ει <δε>δόχθαι] τ̣ῶ[ι]
[δήμωι· τὰ μὲν ἀγαθὰ δέχεσθα]ι τὰ [γεγονότα ἐν vv]
15 [τοῖς ἱεροῖς οἷς ἔθυον ἐπὶ σω]τη[ρίαι τῆς βουλῆς]
[καὶ τοῦ δήμου v ἐπειδὴ δὲ οἱ π]ρ̣υ̣[τάνεις τάς τε v]
[θυσίας ἔθυσαν ἁπάσας ὅσαι καθῆκον ἐν τεῖ πρυ]-
[τανείαι καλῶς καὶ φιλοτίμως, ἐπεμελήθησαν v]
[δὲ καὶ τῆς συλλογῆς τῆς βουλῆς καὶ τοῦ δήμου v]
20 [καὶ τῶν ἄλλων ἁπάντων ὧν αὐτοῖς προσέταττον]
[οἵ τε νόμοι καὶ τὰ ψηφίσματα τοῦ δήμου· ἐπαινέ]-
[σαι τοὺς πρυτάνεις τῆς Ἐρεχθεῖδος καὶ στεφα]-
[νῶσαι αὐτοὺς χρυσῶι στεφάνωι κατ]ὰ τὸ[ν νόμον]
[εὐσεβείας ἕνεκα τῆς πρὸς τ]ο̣ὺς θεοὺς κ[αὶ φιλο]-
25 [τιμίας τῆς εἰς τὴν βουλὴν κ]αὶ τὸν δῆμο[ν τὸν Ἀ%⁸⁰]-
[θηναίων· ἀναγράψαι δὲ τόδε] τὸ ψήφισμα̣ [τὸγ γρ%⁸⁰]-
[αμματέα τὸν κατὰ πρυτανε]ίαν εἰς κληρ̣[ωτήρι%⁸⁰]-
[ον λίθινον καὶ στῆσαι αὐ]τὸ ἐν τῶι τεμ[ένει ἐν]
[ὧι ὁ κλῆρος ἐκρίθη· εἰς δ]ὲ τὴν ἀναγραφ[ὴν καὶ τὴν]
30 [ἀνάθεσιν τοῦ κληρωτηρί]ου μερίσαι τὸ[ν ταμίαν]
[τῶν στρατιωτικῶν τὸ γ]ενόμενον ἀνάλ[ωμα vvvv]
                     vacat
                     vacat
[ἐπὶ Εὐεργέτου ἄρχο]ντος ἐπὶ τῆς Λεωντ[ίδος ὀ%⁸⁰]-
35 [γδόης πρυτανείας] ἧι Διονυσόδωρος Φι[λίππου]
[Κεφαλῆθεν ἐγραμ]μάτευεν· βουλῆς ψηφί[σματα v]
[Ἀνθεστηριῶνος τ]ετράδι ἱστα[μέ]νου, τε[τάρτηι]
[τῆς] πρυταν̣[είας· β]ουλὴ ἐμ βουλ[ευ]τηρ̣ίω[ι· τῶν π%⁸⁰]-
ροέδρων ἐπεψ̣[ήφι]ζεν Μνησιγέν[η]ς̣ Μ[νη]σ[ιγένου]
40 Ἕρμειος καὶ συ[μπ]ρόεδροι· ἔ̣[δοξεν τεῖ βουλεῖ v]
Λύσανδρος Θε[ομήδου Κυδαθηναιεὺς εἶπεν· ἐπει]-
δὴ οἱ πρυτάν[εις τῆς Ἐρεχθε]ῖδος [καὶ οἱ ἀείσι%⁸⁰]-
τοι ἐπαινέσ[αντες καὶ στεφ]ανώσαν̣[τες ἀποφαί]-
νουσιν τεῖ [βουλεῖ τὸν ταμί]αν ὃν εἵ[λοντο ἐξ ἑαυ]-
45 τῶν Κάρπον̣[․․․8․․․․ τάς τε θ]υσία[ς τεθυκέναι]
τὰς καθηκ[ούσας ἐν τεῖ πρυτα]νεία[ι, ἐπιμεμελῆ]-
σθαι δὲ κ[αὶ τῶν ἄλλων ἁπάντω]ν καλ[ῶς καὶ φιλοτί]-
μως· ἀγ[αθεῖ τύχει δεδόχθαι τε]ῖ βο[υλεῖ ἐπαινέ]-
σαι τὸ[ν ταμίαν Κάρπον ․․6․․․]άτου [․․․8․․․․ v]
50 καὶ σ[τεφανῶσαι αὐτὸν θαλλοῦ σ]τεφ[άνωι· ἐπαινέ]-
σα[ι δὲ καὶ τὸν γραμματέα ․․5․․]ω̣ν[α — — c.9 —]
[— — — — καὶ τὸν ἱερέα τοῦ ἐπωνύμου — — —]
[— — — 9? — — καὶ τὸν γραμματέα τ]ῆ̣[ς βουλῆς καὶ]
[τοῦ δήμου ․․․․․․․17․․․․․․․․]η[ν καὶ τὸν ὑπο]-
55 [γραμματέα ․․․․․14?․․․․․․]τέα κ[αὶ τὸν κήρυκα]
[τῆς βουλῆς καὶ τοῦ δήμου Εὐκ]λῆν Τρ[ινεμεέα καὶ]
[τὸν αὐλητὴν Καλλικράτην Θ]ορίκιο̣[ν καὶ τὸν τα]-
[μίαν τῆς βουλῆς ․․οκλῆν Ἀ]χ[α]ρνέα κ[αὶ στεφανῶ]-
[σαι ἕκαστον αὐτῶν θαλλοῦ σ]τεφάνωι· ἀ[ναγράψαι]
60 [δὲ τόδε τὸ ψήφισμα τὸγ γ̣ραμ]μ̣ατέα τὸγ [κατὰ πρυ]-
[τανείαν εἰς κληρωτήριον λίθ]ι[ν]ον [καὶ στῆσαι]
[— — — — — — — — — — — — — — — — — — — — — — — —]
                  lacuna
frg. d.62a Separate fragment with heading of a citation
63                 [ἡ βου]λ̣ή
                  lacuna
Search Help
Contact Us