1 | [ἐπὶ] Σωνίκου ἄρχοντος ἐπὶ τῆς Κεκροπίδος δευτέρα[ς πρυτανείας ἧι Παυσα]- |
[νία]ς Βιοτέλου Περιθοίδης ἐγραμμάτευεν· Μεταγειτ[νιῶνος δεκάτει ὑστέραι] | |
[ὀγδ]ό̣ει καὶ δεκάτει τῆς πρυτανείας· ἐ̣κ̣κλησία ἐμ Πειρα[ιεῖ· τῶν προέδρων ἐπε]- | |
[ψή]φιζεν Ἀντιχάρης Ἐπιζήλου Ἀγγελῆθεν καὶ συμπρό[εδροι· vv ἔδοξεν τῶι] | |
5 | [δ]ήμωι v Ὀ̣νήσανδρος Ὀνήτορος Κυδα̣θηναιεὺς εἶπεν· ὑπὲρ [ὧν ἀπαγγέλλουσιν] |
οἱ πρυτάνεις τῆς Κεκροπίδος ὑπ̣ὲ̣ρ τῶν θυσιῶν ὧν ἔθυον τ[ὰ πρὸ τῶν ἐκκλησι]- | |
ῶν τῶι τε Ἀπόλλωνι τῶι Προστ[α]τηρίωι καὶ τεῖ Ἀρτέμιδι τε[ῖ Βουλαίαι καὶ τεῖ] | |
[Φ]ωσφόρωι καὶ τοῖς ἄλλοις θε[οῖ]ς οἷς πάτριον ἦν· ἀγαθεῖ τύχ[ει δεδόχθαι τῶι] | |
[δή]μωι τὰ μὲν ἀγαθὰ δέχε̣[σθ]αι τὰ γεγονότα ἐν τοῖς ἱε[ροῖς οἷς ἔθυον ἐφ’ ὑγι]- | |
10 | [εία]ι καὶ σωτηρίαι τῆ[ς β]ο̣υλῆς καὶ τοῦ δήμου κ[αὶ παίδων καὶ γυναικῶν]· |
[ἐπειδὴ] δ̣ὲ οἱ πρυτάνε[ις τ]άς τε θυσίας ἔθυσαν ἁ[πάσας τὰς καθηκούσας ἐν] | |
[τεῖ πρυτ]ανείαι καλῶ[ς καὶ] φιλοτίμως, ἐπεμελήθη̣[σαν δὲ καὶ τῆς συλλο]- | |
[γῆς τῆς τε βο]υλ[ῆς καὶ τοῦ] δήμου καὶ τῶν ἄλλω̣[ν ἁπάντων ὧν αὐτοῖς προσέτατ]- | |
[τον οἵ τε νόμοι καὶ τὰ ψηφίσμ]ατα τοῦ δήμου· [ἐπαινέσαι τοὺς πρυτάνεις] | |
15 | [τῆς Κεκροπίδος καὶ στεφανῶ]σαι αὐτοὺς [χρυσῶι στεφάνωι κατὰ τὸν νό]- |
[μον εὐσεβείας ἕνεκεν τῆς] πρὸς τοὺ[ς θεοὺς καὶ φιλοτιμίας τῆς εἰς] | |
[τὴν βουλὴν καὶ τὸν δῆμον τὸν Ἀθ]ηναίων̣[· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα] | |
[τὸν γραμματέα τὸν κατὰ πρυτ]α̣[ν]ε̣[ίαν ἐν στήλει λιθίνει καὶ στῆσαι ἐν] | |
[τῶι πρυτανικῶι· — — — — — — — — — — — — — — — — — — — — — — —] |
Agora XV
199