1 | [ἐπὶ Φίλω]νος ἄρχοντος τοῦ μετὰ Μενέδημον ἐπὶ τῆς Ἱπποθωντίδος τετάρτης πρυτανείας, ἧι Φιλιστί- |
[ων Φιλ]ιστίωνος Ποτάμιος ἐγραμμάτευεν v Πυανοψιῶνος ἐνάτει μετ’ εἰκάδας, τριακοστεῖ τῆς πρυ- | |
[τανε]ίας· ἐκκλησία ἐν τῶι θεάτρωι· τῶν προέδρων ἐπεψήφιζεν Ἡρακλείδης Τηλεμάχου ἐκ Κεραμέ- | |
[ων κ]αὶ συμπρόεδροι v ἔδοξεν τῶι δήμωι v Καλλιάδης Παυσιμάχου Λακιάδης εἶπεν· ὑπὲρ ὧν ἀπαγ%⁸⁰- | |
5 | [γέλ]λουσιν οἱ πρυτάνεις τῆς Ἱπποθωντίδος ὑπὲρ τῶν θυσιῶν ὧν ἔθυον τὰ πρὸ τῶν ἐκκλησιῶν τῶι |
[τε] Ἀπόλλωνι τῶι Προστατηρίωι καὶ τεῖ Ἀρτέμιδι τεῖ Βουλαίαι καὶ τοῖς ἄλλοις θεοῖς οἷς πάτριον ἦν v | |
[ἀγ]αθεῖ τύχει δεδόχθαι τῶι δήμωι, τὰ μὲν ἀγαθὰ δέχεσθαι τὰ γεγονότα ἐν τοῖς ἱεροῖς οἷς ἔθυον vv | |
[ἐ]φ’ ὑγιείαι vvvvvv καὶ σωτηρίαι τῆς τε βουλῆς καὶ τοῦ δήμου καὶ τῶν συμμάχων, ἐπειδὴ δὲ οἱ πρυ- | |
[τ]ά̣νεις τάς τε θυσίας ἔθυσαν ἁπάσας ὅσαι καθῆκον ἐν τεῖ πρυτανείαι καλῶς καὶ φιλοτίμως, ἐπεμε- | |
10 | [λ]ήθησαν δὲ καὶ τῆς συλλογῆς τῆς τε βουλῆς καὶ τοῦ δήμου καὶ τῶν ἄλλων ἁπάντων ὧν αὐτοῖς προ- |
σ̣έταττον οἵ τε νόμοι καὶ τὰ ψηφίσματα τοῦ δήμου, ἐπαινέσαι τοὺς πρυτάνεις τῆς Ἱπποθωντίδος | |
καὶ στεφανῶσαι χρυσῶι στεφάνωι κατὰ τὸν νόμον εὐσεβείας ἕνεκεν τῆς πρὸς τοὺς θεοὺς καὶ φιλο- | |
τιμίας τῆς εἰς [τὴ]ν βουλὴν καὶ τὸν δῆμον τὸν Ἀθηναίων· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸγ γραμματέ̣- | |
α τὸν κατὰ πρυτανείαν ἐν στήλει λιθίνει καὶ στῆσαι ἐν τῶι πρυτανικῶι· εἰς δὲ τὴν ἀναγραφὴν τῆς v | |
15 | στ[ή]λης καὶ τὴν ἀνάθεσιν μερ̣[ί]σ̣αι τὸν ἐπὶ τεῖ διοικήσει τὸ γενόμενον ἀνάλωμα. |
vacat | |
col. I.16 | ἡ βουλή |
τὸν ταμίαν | |
Θεόδοτον | |
ἐκ Κοίλης | |
col. II.20 | ὁ δῆμος |
τοὺς πρυτάνεις | |
col. III.22 | ἡ βουλή |
τὸγ γραμμα- | |
τέα | |
25 | Ἀρχέστρατον |
Ἐλευσίνιον | |
vacat | |
ἐ̣π̣ὶ [Φ]ί̣λ̣ωνος ἄρχοντος τοῦ [μετ]ὰ Μενέδημον ἐπὶ τῆς [Ἀ]κ̣α̣[μ]αντίδος πέμπτης πρυτανείας, ἧι Φιλ[ι]- | |
[στ]ίων [Φιλ]ιστ[ί]ωνος Ποτάμιο[ς] ἐγραμμάτευεν· Μαιμακτηριῶνος ἕκτει ἱσταμένου, δεκάτει τῆς πρ[υ]- | |
τ[α]νείας· βουλὴ ἐμ βουλευτηρίωι· τῶν προέδρων [ἐπ]εψήφιζεν Πυθέας Πυθοκλέους Ἀχαρνεὺς καὶ συμ- | |
30 | πρόεδροι v ἔδοξεν τεῖ βουλεῖ v Προ[κλ]ῆς Προκ̣[λ]έους Θυμαιτάδης εἶπεν· ἐπειδὴ οἱ πρυτάνεις τῆς Ἱππο%⁸⁰- |
θων̣τίδος καὶ οἱ ἀ[είσιτ]οι [ἐ]παιν[έσαν]τ[ες καὶ στεφα]νώσαν[τες] ἀποφαίνουσιν τεῖ βουλεῖ τὸν ταμίαν ὃν | |
εἵλοντο ἐ̣ξ̣ ἑαυτῶν Θεόδοτον Θεοδότου ἐκ Κοίλ[ης] τάς τε θυσίας τεθυκέναι πάσας τὰς καθηκούσας [ἐν] | |
τεῖ πρυτανείαι [ὑ]πὲρ τῆς βουλῆς καὶ τοῦ δήμου, ἐπιμεμελῆσθαι δὲ καὶ τῶν ἄλλων ἁπάντων καλῶς κα[ὶ φι]- | |
λοτίμως̣ v ἀγαθεῖ τύχει δεδόχθαι τεῖ βουλεῖ v ἐπαινέσαι τὸν ταμίαν Θεόδοτον Θεοδότου ἐκ Κοίλης κα[ὶ] | |
35 | [σ]τεφανῶσαι θαλλοῦ στεφάνωι v ἐπαι[νέσ]αι δὲ καὶ τὸγ γραμματέα Ἀρχέστρατον Φανίου Ἐλευσίνιον vv |
καὶ τὸν ἱερέα τοῦ [ἐ]πωνύμου Θρά̣σιππον Καλλίου Γαργήττιον καὶ τὸγ γραμματέα τῆς βουλῆς καὶ v | |
τοῦ δήμου Πρωτόμ̣α̣χον Πρωτομ̣άχου Παιανιέα καὶ τὸν ὑπογραμματέα Δημοκράτην Διφίλου Χο- | |
λαργέα καὶ τὸν κήρυκα τῆς βουλῆς καὶ τοῦ δήμου Ε̣ὐκ[λ]ῆ̣ν Εὐκλέους Βερενικίδην καὶ τὸν αὐλη- | |
τὴν Καλλικράτην Θορίκιον καὶ τὸν ταμίαν [τ]ῆς βουλῆς Κάλλιππον Λέοντος Αἰξωνέα καὶ στεφαν[ῶ]- | |
40 | σ̣αι {σ̣αι} τούτων ἕκαστον θαλλοῦ στεφάνωι v ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸγ vacat |
[γ]ραμματέα τὸν κατὰ πρυτανείαν ἐν στήλει λιθίνει καὶ στῆσαι ἐν τῶι πρυτανικῶι· εἰς δὲ τὴν ἀνα- | |
[γ]ραφὴν τῆς στήλης καὶ τὴν ἀνάθεσ̣ιν μερίσ̣αι τὸν ἐπὶ τεῖ διοικήσει τὸ γενόμενον ἀνάλωμα. | |
vacat | |
col. I.43 | ἐκ Κοίλης |
Θεόδοτος Θεοδότου | |
45 | Πα[ρά]μ̣ονος Εὐμοίρου |
Σημ̣[ω]νίδης | |
Κλέων | |
Ἐλευ̣σίνιοι | |
Ἀρχέστρατος | |
50 | Κ̣λεόφαντος |
Θέωρος | |
Τιμοκράτης | |
Ἁγνόθεος Εὐφ̣[ά]ντου | |
Σωσικράτης | |
55 | Ἁμαξαντεῖς |
Διόδοτος | |
Ἡράκλειος | |
Ἀπολλώνιος | |
Νικόδημος | |
col. II.60 | Σ̣ιμύλος |
Ἀχερδούσιοι | |
Εὔνικος | |
Εὐθύκριτος | |
Δημήτριος Μενεκλέ | |
65 | Σιμίας |
Λεοντομ̣ένης | |
Μενίσκος | |
Ἀμύντας | |
Ἀριστοκλῆς | |
70 | Δεκελεεῖς |
Ἱεροκλῆς | |
Πειραιεῖς | |
Θεόβουλος | |
Θεόδωρος | |
75 | Θεόδοτος |
col. III.76 | Πολύμνηστος |
Νίκων | |
Νικοκλῆς | |
Πατροκλῆς | |
80 | Σώφιλος |
Θυμαιτάδαι | |
Ἀνδρέας | |
Προκλῆς | |
Φιλόθεος | |
85 | Ἐλαιούσιοι |
Φιλωνίδης | |
Χαιρίων | |
Ἄτταλος | |
Καλλίστρατος | |
90 | Ἡρακλείδης Μήνιδ |
col. IV.91 | Κειριάδαι |
Πολύων | |
Ἀζηνιεῖς | |
Σωγένης | |
95 | Νουμήνιος |
Αὐρίδαι | |
Ἐπίνικος | |
Φιλωνίδης | |
Αἰσχίνης | |
100 | Πρώταρχος |
Ἀνακαιεῖς | |
Λαμψικράτης | |
Ἐροιάδαι | |
Νικοκράτης | |
105 | Κόπρειοι |
Ὀνησίκριτος | |
106a | vacat |
col. I.107 | ἡ βουλή |
Θράσιππον | |
Γαργήττιον | |
col. II.110 | ἡ βουλή |
Πρωτόμαχον | |
Παιανιέα | |
col. III.113 | ἡ βουλή |
Δημοκράτην | |
115 | Χολαργέα |
col. IV.116 | ἡ βουλή |
Εὐκλῆν | |
Βερενικίδην | |
118a | vacat |
col. I-II.119 | [ἡ] βουλή |
120 | [Καλλι]κράτην |
[Θορίκιον] | |
col. II-III.122 | ἡ βουλή |
Κάλλιππον | |
Αἰξωνέα | |
vacat |
Agora XV
194