[ ] Att. — Athens: Agora — 220/19
See also:
1 ἐπὶ Μενεκράτου ἄρχοντος ἐπὶ τῆς Οἰνεῖδος ἕκτη-
ς πρυτανείας ἧι Φιλόδρομος Σωτάδου Σουνιεὺς
ἐγραμμάτευεν· Ποσιδεῶνος πένπτει ἱσταμένου
τετάρτει τῆς πρυτανείας v βουλῆς ψηφίσματα v
5 Χάρης Εὐχαρίστου Ἀφιδναῖος εἶπεν· περὶ ὧν ἀπανγέλλου̣-
σιν οἱ πρυτάνεις τῆς Πανδιονίδος ὑπὲρ τῶν θυσιῶν
ὧν ἔθυ{ν}ον {²⁶ἔθυον}²⁶ τὰ πρὸ τῶν ἐκκλησιῶν τῶι τε vvvv
Ἀπόλλωνι τῶι Προστατηρίωι καὶ τῆι Ἀρτέμιδι τῆι Βου-
λαίαι καὶ τοῖς ἄλλοις θεοῖς οἷς πάτριον ἦν· ἐπεμελήθη-
10 σαν δὲ καὶ τῆς συλλογῆς τῆς τε βουλῆς καὶ τοῦ δήμ[ο]-
υ καὶ τῶν ἄλλων ἁπάντων ὧν αὐτοῖς προσέταττον ο̣[ἵ]
τε νόμοι καὶ τὰ ψηφίσματα τοῦ δήμου· ἀγαθεῖ τύχε̣[ι]
δεδόχθαι τῶι δήμωι ἐπαινέσαι τοὺς πρυτάνεις
τῆς Πανδιονίδος καὶ στεφανῶσαι χρυσῶι στεφά̣[νωι]
15 κατὰ τὸν νόμον εὐσεβείας ἕνεκα τῆς πρὸς τοὺς θε̣-
οὺς καὶ φιλοτιμίας τῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμο[ν]
τὸν Ἀθηναίων· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γρ[α]-
μματέα τὸν κατὰ πρυτανείαν ἐν στήλει λιθίνει κα[ὶ]
στῆσαι ἐν τῶι πρυτανικῶι· εἰς δὲ τὴν ἀναγραφὴν v
20 τῆς στήλης μερίσαι τὸν ἐπὶ τεῖ διοικήσει τὸ γεν̣[ό]-
μενον ἀνάλωμα.
col. I.22 ἡ βουλή
τὸν τα-
μίαν Δι-
25 οφάνην
Πρασιέα
col. II.27   ἡ βουλή
ὁ δῆμος
τοὺς πρυ-
30 τάνεις
col. III.31 ἡ βουλ%⁸⁰ή
τὸν γραμ-
ματέα Ἡ-
λιόδωρο̣ν
35 Διονυσίου
  Παιαναιέ-
    α
ἐπὶ Μενεκράτου ἄρχοντος ἐπὶ τῆς Πανδιονίδο[ς]
ἕκτης πρυτανείας ἧι Φιλόδρ<ο>μος Σωτάδου Σουνιεὺ̣[ς]
40 ἐγραμμάτευεν· Μαιμακτηριῶνος ἕκτει ἐπὶ δέκα ἕκτ[ει]
καὶ δεκά<τ>ει τῆς πρυτανείας· ἐκ<κ>λησία κυρία· δήμου ψήφισμ[α]·
Χάρης Εὐχαρίστου Ἀφιδναῖος εἶπεν· ἐπειδὴ οἱ πρυτάνεις
τῆς Πανδιονίδος ἀποφαίνουσιν τῆι βουλῆι τὸν ταμίαν ὃν εἵ-
λοντο ἐξ ἑαυτῶν Διοφάνην Πρασιέα τάς τε θυσίας τεθυκένα̣[ι]
45 τὰς καθηκούσας ὑπὲρ τῆς βουλῆς καὶ τοῦ δήμου καὶ παίδων
καὶ γυναικῶν ἐπιμεμελῆσθαι δὲ καὶ τῶν ἄλλων ἁπάντων
καλῶς καὶ φιλοτίμως· ἀγαθεῖ τύχει δεδόχθαι τεῖ βουλεῖ
ἐπαινέσαι τὸν ταμίαν Διοφάνην Διοκλέους Πρασιέα καὶ vvv
τὸν γραμματέα Δημόδωρον Παιανιέα καὶ τὸν <ἱ>ερέα τοῦ ἐπω-
50 νύμου Εὔξενον Ὄαθεν καὶ τὸν ταμίαν τῆς βουλῆς Ἀθηνοκλῆ[ν]
Ἁλαιέα καὶ τὸν κήρυκα τῆς βουλῆς Εὐκλῆν Τρινεμε<έ>α καὶ τὸν
γραμματέα τῆς βουλῆς καὶ τοῦ δήμου Κτησικλῆν Κηφι-
σοφῶντος Φαληρέα καὶ τὸν ὑπογραμματέα Ὀνήσιμον
Ἡγησίου Πρασιέα καὶ τὸν αὐλητὴν Δεξίλαον Ἁλαιέα vvvv
55 ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν
κατὰ πρυτανείαν ἐν στήλει λιθίνει καὶ στῆσαι ἐν
τῶι πρυτανικῶι· εἰς δὲ τὴν ἀναγραφὴν τῆς στήλης v
μερίσαι τὸν ἐπὶ τεῖ διοικήσει τὸ γενόμενον ἀνάλωμα. v
col. I.59 Πανδιονίδος
60 Παιανιεῖς
Διογένης
[Τ]ι̣μάνα<ξ>(?)
Ἡλιόδωρος
Προμαθίων
65 Δημήτριος
Ἀριστώνυμος
Φιλοκράτης
Νικόστρατος
Πολύνικος
70 Παρμενίων
Μοσχίων
Ἀπολλόδωρος
Ποσείδιππος
Ἀριστόδωρος
75 Ἐπιχάρης
Θεόδωρος
Ἀντιμ̣έν̣η̣ς
col. II.78 Νικόξενος
Λάκων
80 Ε<ὐ>άγης(?)
Ἀπολλόδ<ο>τος
Λύσανδρος
Πρασιεῖς
Διοφάνης
85 Ἑκαταῖος
Ἀγαθοκλῆς
Μυρρινούσιοι
Θούκριτος
Λυσίστρατος
90 Λεωδάμας
Ζμίκυθος
Ἀμεινιάδης
Μενέστωτος(?)
Ἀγασίστρατος
95 Θεόδωρος
Ὀαεῖς
col. III.97 Ἑρμαῖος
Καλλίμαχος
Ἀριστόδημος
100 Μείδων
Ἀνγελεῖς
Ἐπίζηλος
Θόας
Διοκλῆς
105 Ῥόδων
Προβαλίσιοι
Εὐφίλητος
Ζώπυρος
Ἀρίστων
110 Ἀγαθοκλῆς
Λέων
Στειριεῖς
Ἀπολλόδωρος
Νικίας
115 Καλλιάδης
Σωκρά̣της
col. I.117 ἡ βουλή
τὸν ταμί-
αν τῆς βου-
120 λῆς Ἀθηνο-
κλῆν Ἁλα-
ιέα
col. II.128 ἡ βουλή
τὸν γραμ-
130 ματέα τοῦ
δήμου Κτ-
ησικλῆν Κη-
  φισ]έ̣α
col. III.140 ἡ βουλή
τὸν κήρυ-
κα Εὐκλῆ-
ν Τρινεμ<ε>
έα
col. I.123 ἡ βουλή
τὸν ἱερέα
125 τοῦ ἐπωνύ-
μου Εὔξεν-
ον Ὄαθεν
col. II.134 ἡ βουλή
135 τὸν ὑπο-
γραμματέ-
α Ὀνήσιμ-
ον Πρ̣ασι-
  έα
col. III.145 ἡ βουλή
τὸν αὐλ-
ητὴν Δε-
ξίλαον
[λ]αιέα
Search Help
Contact Us