[ ]
Att. — Cape Zoster — end 4th c. BC
1 | ἔδοξεν Ἁλαιεῦσιν, Ἁγνόθεος Ἐκφαντίδου εἶπεν· ἐπειδὴ Πολύστρ[ατος] |
ἱερεὺς γενόμενος τοῦ Ἀπόλλωνος τοῦ Ζωστῆρος καλῶς καὶ ε[ὐ]σεβῶς | |
καὶ ἀξίως τοῦ θεοῦ ἐξάγει τὴν ἱερεωσύνην, καὶ [λί]αν φιλοτίμ[ω]ς [ἐπ]ε- | |
σκεύακεν τὸ ἱερόν, καὶ τὰ ἀγάλματα κεκόσμηκεν μετὰ τῶν αἱρεθέντων | |
5 | ἐκ τῶν δημοτῶν, ἐπεμελήθη δὲ καὶ τῆς θυσίας τῶν Ζωστηρίων κατὰ τὰ |
πάτρια, καὶ λόγους τῆς ἐπιμελείας ἔδωκεν τοῖς δημόταις, ὑπὲρ τούτων | |
οὖν ἁπάντων ἐπαινέσαι τὸν ἱερέα τοῦ Ἀπόλλωνος Πολύστρατον | |
Χαρμαντίδου Ἁλαιέα, καὶ στεφανῶσαι δάφνης στεφάνῳ εὐσεβείας ἕνεκα | |
καὶ δικαιοσύνης· ἐπαινέσαι δὲ καὶ τοὺς αἱρεθέντας μετ’ αὐτοῦ εἰς τὴν ἐπιμέ- | |
10 | λειαν τοῦ ἱεροῦ καὶ στεφανῶσαι ἕκαστον αὐτῶν δάφνης στεφάνῳ Θεόδοτον Θεο- |
δότου Ἁλαιέα, Λισχέαν Φιληρίφου Ἁλαιέα, Παντακλέα Σωκράτου Ἁλαιέα, Ἁγνί- | |
αν Μελησίου Ἁλαιέα· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα καὶ στῆσαι εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος, | |
ὅ τι δ’ ἂν ἀνάλωμα γένηται τὸν ταμίαν δοῦναι, καὶ λογίσασθαι τοῖς δη[μόταις]. | |
cr 1.14 | Ἁλαιεῖς |
15 | Πολύστρατον. |
cr 2.14 | Ἁλαιεῖς |
15 | τοὺς αἱρεθέντας. |