[ ]
Attica — Athens: Agora — 282/1 BC — Hesp. 65.1996.252
1 | θεοί |
Καλλίστρατος Τερμονίου Ἀχαι- | |
ὸς εἶπεν, ἐπειδὴ οἱ [ἵ]ππαρχοι καὶ | |
οἱ φύλαρχοι οἱ ἐπὶ Νικίου ἄρχον- | |
5 | τος διατετελέκασιν {²⁷διατελέκασιν}²⁷ ἄρχοντες |
τὴν ἀρχὴν κατὰ το[ὺ]ς νόμους καὶ | |
ἐπιμεμέληνται τῶν σίτων ὅπως | |
ἂν κομίσωνται οἵ τε ἱππεῖς καὶ | |
[ο]ἱ Ταραντῖνοι ἐντελεῖς διατε- | |
10 | τελέκασιν δὲ καὶ τὰ ἄλλ’ ἅπαντα {⁴ΤΑΑΛΛΑΠΑΝΤ}⁴ |
καὶ ἰδίαι καὶ κοινεῖ φιλοτιμού- | |
μενοι περί τε τοὺς ἱππεῖς καὶ | |
τοὺς Ταραντίνους, ἀγαθεῖ τύχει· | |
δεδόχθαι τοῖς Ταραντίνοις ἐ- | |
15 | παινέ[σ]αι τοὺς ἱππάρχους καὶ |
τοὺς φυλάρχους Νικογένην Ἀρ- | |
κέσαντος Εὐωνυμέα, Ἀλκίμαχ̣ον | |
[Κλ]εοβούλου Μυρρινούσιον, v | |
[Διο]νύσιον Πυθοκρίτου Γαργήττιον, | |
20 | [Μέ]νωνα Ἱππολοχίδου Ἱπποτομάδην, |
Καλλίδημον Καλλιμάχου Εὐωνυμέα, | |
Καλλιάδην Ἀριστοφῶντος Στειριέα, | |
Λύσιππον Λυσίππου Κήττιον, v | |
Χαρίαν Χαρίου Κεφαλῆθεν, v | |
25 | Ἀντίμαχον Κλεαγόρου Ἀχαρνέα, |
Πρόξενον Προκλέους Φλυέα, v | |
Θρασυκλῆν Θρασύλλου Δεκελέα, | |
Ἀριστοφῶντα Ἀριστοτέλου Οἰναῖον, | |
Πύθωνα Πυθάρχου Ἀλωπεκῆθεν | |
30 | καὶ στεφανῶσαι αὐτῶν ἕκαστον χρυσῶ[ι] |
στεφάνωι κατὰ τὸν νόμον δικαι- | |
οσύνη[ς] ἕνεκα καὶ φιλοτιμίας | |
τῆς [ε]ἴς τε τοὺς ἱππεῖς καὶ τὸ τά- | |
γμα τῶν Ταραντίνων ὅπως ἂν καὶ | |
35 | οἱ ἄλλοι ἵππαρχοι καὶ φύλαρχοι |
οἱ καθιστάμενοι φιλοτιμῶνται | |
περί τε τοὺς ἱππεῖς καὶ τοὺς Τα- | |
ραντίνους εἰδότες ὅτι χάριτας | |
ἀξίας ἀπολήψονται τῶν εὐεργε- | |
40 | τημάτων, ἀναγράψαι δὲ τόδε τὸ |
ψήφισμα ἐν στήλει λιθίνηι τοὺς | |
γραμματεῖς τῶν ἱππάρχων καὶ | |
στῆσαι εἰς τὴν στοὰν τῶν Ἑρμῶν. |