[ ] Attica — Athens: Agora — 282/1 BC — Hesp. 65.1996.252
1 θεοί
Καλλίστρατος Τερμονίου Ἀχαι-
ὸς εἶπεν, ἐπειδὴ οἱ [ἵ]ππαρχοι καὶ
οἱ φύλαρχοι οἱ ἐπὶ Νικίου ἄρχον-
5 τος διατετελέκασιν {²⁷διατελέκασιν}²⁷ ἄρχοντες
τὴν ἀρχὴν κατὰ το[ὺ]ς νόμους καὶ
ἐπιμεμέληνται τῶν σίτων ὅπως
ἂν κομίσωνται οἵ τε ἱππεῖς καὶ
[ο]ἱ Ταραντῖνοι ἐντελεῖς διατε-
10 τελέκασιν δὲ καὶ τὰ ἄλλ’ ἅπαντα {⁴ΤΑΑΛΛΑΠΑΝΤ}⁴
καὶ ἰδίαι καὶ κοινεῖ φιλοτιμού-
μενοι περί τε τοὺς ἱππεῖς καὶ
τοὺς Ταραντίνους, ἀγαθεῖ τύχει·
δεδόχθαι τοῖς Ταραντίνοις ἐ-
15 παινέ[σ]αι τοὺς ἱππάρχους καὶ
τοὺς φυλάρχους Νικογένην Ἀρ-
κέσαντος Εὐωνυμέα, Ἀλκίμαχ̣ον
[Κλ]εοβούλου Μυρρινούσιον, v
[Διο]νύσιον Πυθοκρίτου Γαργήττιον,
20 [Μέ]νωνα Ἱππολοχίδου Ἱπποτομάδην,
Καλλίδημον Καλλιμάχου Εὐωνυμέα,
Καλλιάδην Ἀριστοφῶντος Στειριέα,
Λύσιππον Λυσίππου Κήττιον, v
Χαρίαν Χαρίου Κεφαλῆθεν, v
25 Ἀντίμαχον Κλεαγόρου Ἀχαρνέα,
Πρόξενον Προκλέους Φλυέα, v
Θρασυκλῆν Θρασύλλου Δεκελέα,
Ἀριστοφῶντα Ἀριστοτέλου Οἰναῖον,
Πύθωνα Πυθάρχου Ἀλωπεκῆθεν
30 καὶ στεφανῶσαι αὐτῶν ἕκαστον χρυσῶ[ι]
στεφάνωι κατὰ τὸν νόμον δικαι-
οσύνη[ς] ἕνεκα καὶ φιλοτιμίας
τῆς [ε]ἴς τε τοὺς ἱππεῖς καὶ τὸ τά-
γμα τῶν Ταραντίνων ὅπως ἂν καὶ
35 οἱ ἄλλοι ἵππαρχοι καὶ φύλαρχοι
οἱ καθιστάμενοι φιλοτιμῶνται
περί τε τοὺς ἱππεῖς καὶ τοὺς Τα-
ραντίνους εἰδότες ὅτι χάριτας
ἀξίας ἀπολήψονται τῶν εὐεργε-
40 τημάτων, ἀναγράψαι δὲ τόδε τὸ
ψήφισμα ἐν στήλει λιθίνηι τοὺς
γραμματεῖς τῶν ἱππάρχων καὶ
στῆσαι εἰς τὴν στοὰν τῶν Ἑρμῶν.
Search Help
Contact Us