[ ] Attica — Halai Arph.: Brau.Mus. — stoich. 23 — 341/0 BC — Horos 10-12.1992-98.53
1 θεοί.
ἐπὶ Νικομάχο ἄρχοντος, δημα-
ρχοῦντος Φόρμου, ἔδοξεν Ἁλα-
ιεῦσιν· Φιλοκλῆς Φιλοκήδου-
5 ς εἶπεν· ἐπειδὴ οἱ χορηγοὶ κα-
λῶς καὶ φιλοτίμως ἐχορήγησ-
αν Ἀντίμαχος Ἀρχεμάχου, Σωι-
ναύτης Ναυσιστρατίδου, ἐπα-
ινέσαι αὐτοὺς καὶ στεφανῶσ-
10 αι θαλλοῦ στεφάνωι ἑκάτερο-
ν αὐτῶν καὶ εἶναι αὐτοῖς προ-
εδρίαν ἐν τοῖς ἀγῶσι καὶ καλ-
εῖν αὐτοὺς τὸν δήμαρχον τὸν
ἀεὶ δημαρχοῦντα εἰς τὴν προ-
15 εδρίαν, ἀναγράψαι δὲ τόδε τὸ
ψήφισμα τὸν δήμαρχον ἐν στή-
ληι λιθίνηι καὶ στῆσαι ἐν τῶ-
ι Διονυσίωι.
Σω̣ι̣ναύτης     Ἀντίμαχος.
Search Help
Contact Us