[ ] Att. — Rhamnous — aft. 229 BC — PAAH 1991[1994].28,3
1 [— — — — — — — — — — — — — — — — — — — — — — — — — —]
ἔθυσεν̣ [δὲ καὶ τοῖς ἄλλοις θεοῖς πᾶσιν οἷς πάτριον ἦν]
περὶ πλείστου ποιούμενος [τὴν πρὸς τοὺς θεοὺς εὐσέβει]-
αν καὶ πρὸς τοὺς παροίκους φιλοτιμίαν, ὅπως ἂν οὖν κα[ὶ]
5 οἱ πάροικοι φανεροὶ ὦσιν χάριτας ἀξίας ἀποδιδόντες vv
τοῖς εἰς ἑαυτοὺς φιλοτιμουμένοις· ἀγαθεῖ τύχει· δεδόχθα[ι]
τοῖς τεταγμένοις τῶν παροίκων Ῥαμνοῦντι ἐπαινέσαι
Δημόστρατον Δημητρίου Φλυέα καὶ στεφανῶσαι χρυ%⁸⁰-
σῶι στεφάνωι κατὰ τὸν νόμον ἀρετῆς ἕνεκα καὶ δικαιο%⁸⁰-
σύνης ἣν ἔχων διατελεῖ εἰς τὴν βουλὴν καὶ τὸν δῆμον
10 τὸν Ἀθηναίων, ὁμοίως δὲ καὶ εἰς τοὺς παροίκους· ἐπαι%⁸⁰-
νέσαι δὲ καὶ τὸν ἐφ’ ἑαυτῶν τεταγμένον Ἀντίμαχον Παυσα%⁸⁰-
νίου Οἰναῖον καὶ στεφανῶσαι θαλλοῦ στεφάνωι κατὰ τὸν v
[ν]όμον φιλοτιμίας ἕνεκα καὶ δικαιοσύνης τῆς εἰς ἑαυτούς·
[ἐπα]ι̣νέσαι δὲ καὶ τὸν ἐπιμελητὴν Λέοντα Ἅγνωνος Ὄα%⁸⁰-
15 [θ]εν καὶ στεφανῶσαι θαλλοῦ στεφάνωι κατὰ τὸν νόμον
ἐπιμελείας ἕνεκα καὶ δικαιοσύνης τῆς εἰς ἑαυτούς· v
ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐν στήλει λιθίνει καὶ στῆ%⁸⁰-
σαι ἐν τεῖ ἀγορᾶι· ἑλέσθαι δὲ τρεῖς ἄνδρας ἐξ ἑαυτῶν οἵτι-
νες συντελοῦσιν τὰ ἐψηφισμένα, τὸ δὲ γενόμενον ἀνά-
20 λωμα λογίσασθαι τῶι κοινῶι· οἵδε εἱρέθησαν Κτήσων v
Ἡρακλεώτης, Νίκων Ἀστακηνός, Ἀκμαῖος Δημητριεύς.
οἱ τεταγμένοι
τῶν παροίκων
Ῥαμνοῦντι
25 Δημόστρατον
τὸν ἐπὶ τῶν
παροίκων
Ἀντίμαχον
τὸν ἐπιμε-
30 λητὴν
Λέοντα
Search Help
Contact Us