[ ]
Att. — Acharnai (Menidi) — stoich. 33 — 315/4 BC — ArchEph (1992) 179-193
| A.1 | Διογένης Ναυκύδου εἶπεν· ἐπειδὴ Φανόμα- |
| χος ὁ ταμίας ὁ ἐπὶ Πραξιβούλου ἄρχοντος | |
| τάς τε θυσίας τέθυκεν τοῖς θεοῖς καὶ τοῖ- | |
| ς ἥρωσιν ὑπὲρ τῶν δημοτῶν ἁπάσας [ἐ]ν τ[ῶ]ι ἐ- | |
| 5 | [νι]αυτῶι καὶ τῶν Διονυσίων ἐπεμελήθη κα- |
| λῶς [καὶ φιλοτίμως] μετὰ τοῦ δημάρχου Οἰν- | |
| ο[φ]ί[λ]ου καὶ [φ]ιάλην πεπόηται μ[ν]ᾶν ἄγουσα- | |
| ν ἀργυρίου [κ]ατὰ [τὸν νόμον] καὶ λόγον ἀπεν- | |
| ήνοχεν ἁπάντων ὧν δι[ώικησ]εν πρός τε τὴν | |
| 10 | πόλιν καὶ πρὸς τοὺς δημότας ἐ[ν] τοῖς χρόν- |
| οις τοῖς ἐκ τῶν [νόμων] τῶν τῆς πόλεως καὶ τ- | |
| ῶν δη[μ]οτῶ[ν καὶ τὸ π]ερι[ὸν] ἀργύριον παρ’ ἑα- | |
| υτῶι ἐκ τῆς διοικήσεως κατ[αβέ]βληκεν Ἀχ- | |
| αρνεῦσ[ι]ν∶ ΗΗΗΔΔ𐅃ΙΙΙΙ∶ καὶ τὰς εὐθύνα[ς] | |
| 15 | δέδωκεν δ[ό]ξας δικαίως τεταμιευκέναι κ- |
| αὶ τῶν [ἄλλων] ἁπάντων [ὧν] αὐτῶι προσέταξα- | |
| ν [Ἀ]χαρν[εῖς ἐπιμεμέλη]ται καλῶς καὶ φιλο- | |
| τ[ίμ]ως· [ἐψ]ηφ[ίσ]θαι Ἀχαρνεῦσιν ἐπαινέσαι | |
| Φανόμαχον Νικοδήμου Ἀχαρνέα καὶ στεφα- | |
| 20 | νῶσαι αὐτὸν θαλλοῦ στεφάνωι φιλοτιμία- |
| ς ἕνεκ[α καὶ δι]καιοσύνης τῆς εἰς τοὺς δημ- | |
| ότας· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐ στήληι | |
| λιθίνει τὸν γραμματέα τῶν δημοτῶν κα- | |
| ὶ στῆσαι ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς τῆς Ἱππί- | |
| 25 | ας, εἰς δὲ τὴν ἀναγραφὴν τῆς στήλης δοῦνα- |
| ι τὸν ταμίαν [∶ΔΔ∶] δραχμὰς καὶ λογίσασθ[α]- | |
| ι τοῖς δημόται[ς]. | |
| B.1 | Διογένης Ναυκύδου εἶπεν· ἐπειδὴ ὁ δήμαρ- |
| χος Οἰνόφιλος καὶ ὁ ταμίας Φανόμαχος κα- | |
| ὶ ὁ [ἐπι]μελ[η]τὴς τῶν Διονυσίων καλῶ[ς] καὶ φ- | |
| ιλοτίμως [ἐπιμ]ε[μ]έ[λ]ηνται τῆς τε θυσίας τ- | |
| 5 | ῶι Διονύσωι [καὶ τῆς] πομπῆς καὶ τοῦ ἀγῶνο- |
| ς καὶ τῶν ἄλλων [διοι]κο[ῦ]σιν ὑπὲρ τῶν δημοτ- | |
| ῶν κατὰ τοὺς νόμους· ἐψηφίσθαι Ἀχαρνεῦσ- | |
| ιν ἐπαινέσαι τὸν δήμαρχον Οἰνόφιλον Ο[ἰ]- | |
| [νοφίλου] καὶ τὸν ταμίαν Φανόμαχον Νικοδ- | |
| 10 | [ήμου] καὶ τὸν ἐπιμελητὴν Λέο[ν]τα [Θέ(?)]ωνος κ- |
| [αὶ στεφανῶσαι ἕκασ]τον αὐτῶν κιττοῦ στε- | |
| φάνωι καὶ ἀνειπεῖν τὸν δήμαρχον τούσδε | |
| τοὺς στεφάνους Διονυσίων τῶν Ἀχαρνῆσιν τ- | |
| ῶι ἀ[γῶνι· ἀναγράψαι δὲ τό]δε τὸ ψ[ή]φ[ι]σ[μ]α ἐν | |
| 15 | στήληι λιθίνει [τὸν δήμαρ]χον Ο[ἰν]όφ[ιλ]ον |
| καὶ στ[ῆ]σα[ι] ἐ[ν τῶι ἱερῶι τῆ]ς Ἀθη[νᾶς τῆς] Ἱπ- | |
| πίας [εἰς δὲ τὴν ἀναγραφὴν τῆς στήλης] δ[οῦ]- | |
| ναι τὸ[ν] τ[αμ]ίαν Φανόμαχον ∶ΔΔ[∶] δραχμὰς κα- | |
| ὶ λογ[ίσασθαι τοῖς δη]μόταις· ε[ἶν]αι δὲ αὐτ- | |
| 20 | οῖς καὶ π[ρ]οεδ[ρί]α[ν] α[ὐτ]οῖς [καὶ] ἐγγ[ό]νοις |
| εἰς τὸν ἀεὶ [χρό]νον Διονυσ[ίων] τῶν Ἀχαρν[ῆ]- | |
| σιν τ[ῶ]ι [ἀ]γῶ[νι] ἐ[πὶ] τοῦ πρώτου βάθρου. |